# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-2

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-2

Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέσην ἀποληφθεῖσαν τὴν ψυχὴν τοῦ σώματος καὶ τοῦ πνεύματος τὸ μὲν σῶμα ἐπὶ τὰς οἰκείας ἐπιθυμίας καὶ ἀνδραποδώδεις ἡδονὰς καθέλκει ὥσπερ ἀφ’ ὕψους ἄνωθέν ποθεν καταβάλλον αὐτὴν καὶ κατασπῶν ἐπὶ τὰ ἄλογα πάθη. τὸ δὲ πνεῦμα τοὔμπαλιν πρὸς ἑαυτὸ ἀνέλκει ἄνω που πρὸς τὸν θεὸν ἀνάγον καὶ τοῦ κυρίου μνημονεύειν παρακαλεῖ. προστάττει δὲ εὐλογεῖν τὸν κύριον, τουτέστι θεολογεῖν καὶ δοξολογεῖν καὶ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχειν. τῶν δὲ τριῶν τούτων, πνεύματος λέγω καὶ ψυχῆς καὶ σώματος, μέμνηταί που καὶ ὁ ἀπόστολος λέγων· ὁ δὲ θεὸς καταρτίσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη . τοῦτο δὲ τὸ πνεῦμα λέγεται εἶναι τὸ πνεῦμα τοῦ κυρίου Ἰησοῦ τὸ ἐν αὐτῷ , περὶ οὗ πάλιν φησίν· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ἔοικε δὲ καὶ ὁ Μωυσῆς ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τῶν τριῶν τούτων μνημονεύειν, σώματος μέν, ὅτε φησίν· ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον ,ψυχῆς δέ, ἐν οἷς γράφει εἰρηκέναι τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ,τοῦ πνεύματος, ἐπὰν λέγῃ· καὶ ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Πολλῶν δὲ δυνάμεων οὐσῶν καὶ διαφόρων κινήσεων ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ, καθὰ τοτὲ μὲν σπουδαῖόν τι διανοούμεθα, τοτὲ δ’ ἐπιθυμοῦμεν, τοτὲ δὲ θυμούμεθα, τοτὲ δὲ κρίνομεν, καὶ ἄλλοτε μὲν ἐφιέμεθα τινῶν, ἄλλοτε δὲ ἀποστρεφόμεθα, καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δ’ ἐκκλίνομεν, καὶ ποτὲ μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι, πάσας ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον πνεῦμα εὐλογεῖν τὸν κύριον. διό φησι· καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. τοῦτο δέ που καὶ ὁ ἀπόστολος ἑρμήνευσεν εἰπών· εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ θεοῦ ποιεῖτε · τὸ γὰρ εἴτε τι ποιεῖτε πάντων ἀθρόως τυγχάνει περιληπτικόν. Εἰ δὲ καὶ σωματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴποι ἄν· ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ θεοῦ εὐλογίαν κέκληται. Καὶ ἄλλως· ἐπειδὴ ἕκαστον τῶν ἐν τῷ σώματι μορίων τε καὶ μελῶν καὶ σπλάγχνων ὄργανον ὑπηρετικὸν τῶν τῆς ψυχῆς δυνάμεών τε καὶ ἐνεργημάτων καθέστηκεν, ἀναγκαίως διὰ τῶν ὀργάνων τὰς ἐνεργητικὰς τῆς ψυχῆς δυνάμεις ἀξίας εὐλογίας τοῦ θεοῦ γίνεσθαι παρακελεύεται.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
