Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκϛʹ Οἰκοδομὴ ἐκκλησίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-26
Not analysed yet
Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Ἡ παροῦσα ᾠδὴ τοῦ Σολομῶντος εἶναι λέγεται, ὃς πρῶτος ἐδείματο τὸν ἐν Ἱεροσολύμοις νεών. οὕτως γε ἔχειν μαρτυρεῖ τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ ἑρμηνευταί. καὶ ἔοικέ γε ὡς ὅτι ἄλλος εἴρηκε· προσευχὴ Μωυσέως ,ἀνθρώπου τοῦ θεοῦ ,καὶ ἄλλοι τοῦ Ἀσὰφ καὶ τῶν υἱῶν Κορὲ ἕτεροι. κατὰ τὸν αὐτὸν δὴ τρόπον δοκεῖ μοι προφητικῶς ὑπὸ τοῦ Σαλομῶντος τὰ μετὰ χεῖρας λελέχθαι, ὁπηνίκα τὸ ἱερὸν κατεσκευάζετο· παντὸς γὰρ ὡς εἰκὸς κατὰ τὸ Ἰουδαίων ἔθνος μέγα φρονοῦντος ἐπὶ τῷ στερρῷ τῆς οἰκοδομῆς καὶ τῇ ὀχυρότητι τοῦ τόπου συνορῶν ὁ Σολομῶν θείῳ πνεύματι τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ συγκρίνων τε τῇ ἑαυτοῦ οἰκοδομῇ τὴν μέλλουσαν ὑπ’ αὐτοῦ τοῦ κυρίου συνίστασθαι καθ’ ὅλην τὴν οἰκουμένην οἰκοδομὴν τῆς ἐκκλησίας, προκρίνει καὶ ὑπερθαυμάζει τὴν τοῦ κυρίου οἰκοδομήν, ἐλέγχει δὲ τὴν ἑαυτοῦ ὡς πρόσκαιρον οὖσαν καὶ μὴ δυναμένην συστῆναι μηδὲ πρὸς τὸ βραχύτατον ἄνευ τῆς τοῦ κυρίου φυλακῆς. διὸ διδάσκει τὰ προκείμενα, ἅπερ ὁ λόγος κατὰ καιρὸν ἐπὶ τοῦ παρόντος τίθησι διὰ τοὺς ἀπὸ τῆς Βαβυλῶνος ἐπανελθόντας καὶ περὶ τὴν οἰκοδομὴν τοῦ ἐπὶ τῆς Ἰουδαίας οἴκου ἐσπουδακότας μέγα τε φρονοῦντας ἐπ’ ἀυτῷ. πρὸς οὓς δυνάμει ταῦτα φησίν, ὅτι μένει μὲν ὁ οἶκος ἐκεῖνος ἐπὶ τοσοῦτον, ἔστ’ ἂν ὁ κύριος αὐτὸν φυλάττῃ ,ἀναχωρήσαντος δέ ποτε τοῦ φύλακος εἰς ἔρημον καταστήσεται τῆς ἐξ ἀνθρώπων σπουδῆς καὶ βοηθείας ματαίας καὶ περιττῆς ἐσομένης. ἐπεὶ δ’ ἕτερος ἦν ὁ οἶκος παρὰ τὴν πόλιν, ἡ μὲν γὰρ μετὰ τῶν οἰκοδομημάτων καὶ μετὰ τῶν τὴν πόλιν οἰκούντων νοεῖται, ὁ δὲ οἶκος αὐτὸ τὸ ἱερόν, εἰκότως ἐπὶ μὲν τοῦ ἱεροῦ αὐτὸν οἰκοδόμον εἰσάγει τὸν κύριον, ἐπὶ δὲ τῆς πόλεως ἀνθρώπους μὲν οἰκοδόμους, φύλακα δὲ τὸν θεόν.