# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-30

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλʹ Περὶ ταπεινοφροσύνης. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-30

Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Καὶ ἡ παροῦσα ᾠδὴ τῇ πρὸ αὐτῆς ἕπεται τοῦ ἐν Χριστῷ τετελειωμένου ταπεινοφροσύνης φωνὰς περιέχουσα καὶ μάλιστα τοῦ δυναμένου λέγειν· ἕνεκα τοῦ ὀνόματός σου ὑπέμεινά σε, κύριε . ἐπεὶ δὲ κατὰ προσθήκην τοῦ Δαυὶδ ἐπιγέγραπται, εἰκὸς μεμαθηκέναι τὸν Δαυὶδ ἀπὸ τῶν τοῦ ἁγίου πνεύματος φωνῶν, ὅτι ἔστι τις ἱλασμὸς παρὰ τῷ θεῷ καὶ ὅτι πολλὴ παρ’ αὐτῷ λύτρωσις , εἰ πιστεύσας αὐτῷ προσδράμοι αὐτῷ ἀναγκαίως ἑαυτὸν προσφέρων τῷ λυτρωτῇ. ἐξαριθμεῖταί γε μὴν ὁ Δαυὶδ τὰ ἑαυτοῦ κατορθώματα, δι’ ὧν ἐξαλείψειν τὰ ἑαυτοῦ πλημμελήματα πιστεύει. κατόρθωμα δὲ ἦν αὐτοῦ τὸ βασιλέα ὄντα τοσούτου ἔθνους μὴ ἐπαρθῆναί ποτε τῇ καρδίᾳ, τουτέστι μὴ λογίσασθαί τι ὑπερήφανον μηδὲ μέγα ἐφ’ ἑαυτῷ φρονῆσαι, δεύτερον τὸ μὴ μετεωρισθῆναι αὐτῷ τοὺς ὀφθαλμούς, τουτέστι μὴ ἔξω τοῦ θεοῦ βλέψαι ποτὲ καὶ χαυνωθῆναι, ἀεὶ δὲ καὶ διαπαντὸς συντετάσθαι πρὸς τὸν τοῦ θεοῦ φόβον καὶ εἰς αὐτὸν ἀφορᾶν, τρίτον δὲ ἦν αὐτοῦ κατόρθωμα τὸ μὴ πλουσίως καὶ τρυφηλῶς διεξάγειν τὸν ἑαυτοῦ βίον, καὶ ἔτι πρὸς τούτοις τέταρτον τὸ μηδέποτε θαῦμα ἔχειν αὐτὸν ἑαυτοῦ μηδὲ κρεῖττόν τι καὶ μεῖζον τῶν προσόντων αὐτῷ περὶ αὐτοῦ διανοεῖσθαι, ὁποῖοί εἰσιν οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
