# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-35

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλεʹ Εὐχαριστία λελυτρωμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-35

Τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰ μὴ συνίεις, φησίν, τίς ἐστιν ὁ θεολογούμενος θεὸς θεῶν καὶ κύριος κυρίων τῷ μὴ σώματος ὀφθαλμοῖς θεωρεῖν αὐτὸν μηδὲ αἰσθήσει αὐτοῦ ἅπτεσθαι, διάνοιξον τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ κατανόησον σύμπασαν τὴν ὁρωμένην κτίσιν καταπλαγείς τε τὰ μεγέθη καὶ τὰ κάλλη καὶ τὴν εὐταξίαν τῶν τοῦ κόσμου μερῶν λόγισαι παρὰ σαυτῷ, ὅτι ἐξ ὕλης ἀψύχου καὶ σωμάτων ἀλόγων τὴν φύσιν συνεστηκὼς ὁ κόσμος οὐκ ἂν ὑπέστη δίχα τινὸς κρείττονος δυνάμεως οὐδ’ ἂν λογικῶς καὶ σοφῶς ἐδημιουργήθη ἄνευ λόγου καὶ σοφίας. καὶ ταῦτα παρὰ σαυτῷ διανοηθεὶς ἐννόησον τὸν θεολογούμενον θεὸν τῶν θεῶν καὶ κύριον τῶν κυρίων καὶ πάντων αἴτιον. ἄλλως γὰρ οὐκ ἔστιν τὴν ἀφανῆ καὶ τὴν ἀόρατον τοῦ θεοῦ δύναμιν καταλαβεῖν ἢ ἐκ τῶν ἐμφανῶν καὶ τῶν ὁρωμένων. μόνος γοῦν αὐτός ἐστιν ὁ ποιὼν θαυμάσια μεγάλα, ὧν οὐ δυνατόν μείζονα ποιῆσαι· εἰ γὰρ ἔστιν ὅτε καὶ ὑφ’ ἑτέρων ἐπιτελεῖται θαυμάσια, ἀλλὰ τὰ μεγάλα καὶ ἐξαίσια καὶ πάντων ὺπερέχοντα μόνος οὕτος ὁ ποιῶν ἐπιτελεῖ οἷός ἐστιν ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ οἵα ἐστιν ἡ σελήνη καὶ πᾶσα ἡ τῶν ἄστρων χορεία· τούτων γὰρ ἐν τοῖς ὁρωμένοις τὶ ἂν γένοιτο μεῖζον;

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
