# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-36

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλϛʹ Ἁγίων φωναὶ τῶν ἐν αἰχμαλωσίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-36

Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Διὰ τῶν προτέρων ψαλμῶν ἡ χρηστότης τοῦ θεοῦ καὶ ἡ θαυματουργὸς αὐτοῦ καὶ εὐεργετικὴ δύναμις ἐδείκνυτο, διὰ δὲ τῶν προκειμένων ἡ ὡς ἂν εἴποι τις ἀποτομία, μᾶλλον δὲ κριτικὴ καὶ τῶν πλημμελούντων ἐπιστρεπτικὴ δύναμις. Φασὶ γοῦν τὰ παρόντα οἱ τῆς Ἱερουσαλὴμ ἀποπεσόντες καὶ διὰ τὰς ἀσεβείας αὐτῶν ἐν τῇ Βαβυλωνίων χώρᾳ μετενηνεγμένοι, οὐ μὴν πάμπαν ἐπιλελησμένοι τοῦ θεοῦ. καί μοι δοκεῖ διδάσκειν ὁ λόγος τοὺς ἐν Βαβυλῶνι τὰ κατάλληλα πράττειν τῇ ἐν Βαβυλῶνι διατριβῇ, τουτέστι θρηνεῖν σφᾶς αὐτοὺς καὶ ἀποκλαίεσθαι τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, ἀλλὰ μὴ τρυφᾶν μηδὲ ἀναισθήτως ἔχειν τῆς ἑαυτῶν ταλαιπωρίας. τοιοῦτοι δὲ ἦσαν οἱ πλείους τῶν ἐκεῖ ᾐχμαλωτισμένων, ἀλλ’ οὐχ οἱ τοῦ θεοῦ ἄνδρες. οἱ δὲ γοῦν τὰ μέσα τῶν πόλεων φεύγοντες καὶ τὰς μετὰ τῶν ἐχθρῶν καὶ πολεμίων διατριβὰς πρὸς ταῖς ὄχθαις τῶν ποταμῶν Βαβυλῶνος καθεζόμενοι ἀπεκλαίοντο τῆς ἑαυτῶν πατρίδος ὡς ἂν θεοῦ πόλεως μεμνημένοι καὶ τὴν ἀπὸ τῶν κρειττόνων τροπὴν ἐν νῷ λαμβάνοντες ἀπό τε τῆς τῶν ποταμῶν ῥοῆς τὰ ῥευστὰ τοῦ τῶν ἀνθρώπων βίου πράγματα καὶ τὴν ἄστατον οὐσίαν ἐπιθεωροῦντες. φέροντες δὲ αὐτοὶ σὺν ἑαυτοῖς τὰ τῶν ἑορτῶν ὄργανα τὰ μουσικὰ ψαλτήριον δὴ καὶ κιθάρας τύμπανά τε καὶ ὅσα ἄλλα διασῶσαι ἀπὸ τῆς Ἱερουσαλὴμ ἠδυνήθησαν. ἐφύλαττον μὲν ταῦτα παρ’ ἑαυτοῖς κρύπτοντες ἀπὸ τῶν πολεμίων καὶ μνήμην τῶν πρὶν ἀγαθῶν δι’ αὐτῶν ποριζόμενοι. οὐ μὴν καὶ διαφόρως αὐτοῖς ἐχρῶντο ἐπὶ τῆς πολεμίας γῆς. διόπερ ἀναρτήσαντες αὐτὰ πρὸ τῶν ὀφθαμλῶν θρήνους ἀντὶ ψαλμῶν διεξῄεσαν πενθοῦντες ἑαυτοὺς ὡς ἀπεστερημένους τῆς διὰ τῶν εἰρημένων ὀργάνων τοῦ θεοῦ λατρείας. ἐπιτηρῆσαι ἐνταῦθα ἀναγκαῖον, ὡς τὰ μήπω γενόμενα, μέλλοντα δὲ μετὰ μακροὺς συμβήσεσθαι χρόνους προφητικῶς ὁ λόγος θεσπίζει. Καὶ πάλιν τηρητέον, ὡς ἀνεπίγραφος ὁ ψαλμὸς τυγχάνει καὶ οὔτε τίνος ἐστι προγέγραπται οὔτε ὁποίου τυγχάνει εἴδους· οὔτε γὰρ ᾠδὴ οὔτε ὕμνος οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται, ἀλλ’ ἐστὶ ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη. καὶ τοῦτο δὲ σημειώσῃ, ὡς ἔν τισι τῶν ἀντιγράφων κατὰ τοὺς ἑβδομήκοντα ἐπιγέγραπται· Ἀγγαίου καὶ Ζαχαρίου .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
