# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-37

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλζʹ Εὐχαριστία μετὰ προφητείας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-37

Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν θεὸν οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης περὶ ἄλλο τι, ἀλλ’ ὅλος ἀνηρτημένος μόνου τοῦ θεοῦ, οὕτως καὶ ὁ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ θεῷ. Θαρρῶν δὲ τῇ τοιαύτῃ αὐτοῦ παρρησίᾳ καὶ εἰδώς, ὅτι ὡς ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ θείων ἀγγέλων καὶ λειτουργῶν θεοῦ ἐφορώντων καὶ θεωμένων τὰς ἐν θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ θεῷ λατρείαν καί φησιν· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι . ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας κατεναντίον θεῶν μελῳδήσω σοι , ὁ δὲ Σύμμαχος παρρησίᾳ, θεέ, ᾄσομαι εἰρήκασιν. τάχα δὲ θαρσῶν, ὅτι σὺν ἀγγέλων χοροῖς καὶ αὐτὸς τὴν ᾠδὴν ἀναπέμπει τῷ θεῷ, ταῦτά φησιν. Εἶτα μετὰ τὴν ἐξομολόγησιν καὶ τὴν πεπαρρησιασμένην αὐτοῦ μελῳδίαν προσκυνήσειν φησὶν ὡς ἂν ἤδη τὰ τηλικαῦτα κατορθώσας. διὸ ἐπιλέγει· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, τὴν ἐκκλησίαν οὕτω δηλῶν ἢ προφητικῶς τὴν ἐπουράνιον Ἱερουσαλήμ, ἧς τύπος ἦν ὁ ἐπὶ γῆς νεώς. Ἐπὶ τούτοις αὖθις ἐξομολογεῖται εὐχαριστῶν, ἐφ’ οἷς ἔτυχε καλοῖς, καταξιωθεὶς ἐλέου θεοῦ καὶ ἀληθείας. διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου · τυχὼν γὰρ ἐλέους θεοῦ τύπων μὲν καὶ συμβόλων ἀπήλλακται καὶ τῆς σωματικῆς λατρείας, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν κατηξίωται θεῷ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
