# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-40

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-40

Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς κύριον ἐδεήθην. Προσευχὴ μέν ἐστι καὶ οὐδὲν ἄλλο τὰ προκείμενα, πλὴν ἀλλὰ δεῖται συνέσεως τὰ ἐν αὐτοῖς λελεγμένα. Ἔχεται δὲ καὶ ἱστορίας ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν φερομένης · ἠλαύνετο μὲν γὰρ ὑπὸ τοῦ Σαοὺλ ὁ Δαυὶδ ἔφευγέ τε τόπον ἐκ τόπου καὶ πόλιν ἐκ πόλεως προλαβὼν αὐτὸ τοῖς ἔργοις τό· ἐὰν διώκωσιν ὑμᾶς εἰς τὴν πόλιν ταύτην, φεύγετε εἰς τὴν ἑτέραν . καὶ δὴ καταληφθείς ποτε ἐπ’ ἐρημίας μέλλων ὑποχείριος γενέσθαι τῷ Σαοὺλ ὑπέδυ εἰς σπήλαιόν τι τῶν ἐπὶ τῆς ἐρήμου. ὡς δὲ πλησίον ἐστρατοπεδεύσατο ὁ Σαοὺλ κἄπειτα πρὸς ταῖς εἰσόδοις τοῦ σπηλαίου μόνος εἰσῄει παρασκευάσαθαι , ὥς φησιν ἡ γραφή, αὐτὸς μὲν τῶν θυρῶν τοῦ σπηλαίου κατεῖχεν, ὁ δὲ Δαυὶδ ἐκέκρυπτο. ἐν ἐσχάτῳ δῆτα κινδύνῳ γεγονὼς ἐπὶ τὴν προκειμένην τρέπεται προσευχὴν ὁ Δαυὶδ μίαν μόνην αὐτῷ καταφυγὴν ταύτην εὑράμενος. ἐπιθαρσήσας οὖν μετὰ τὴν προκειμένην εὐχὴν ἠρέμα καὶ ἡσυχῆ πρόεισιν ἀπὸ τοῦ σπηλαίου. καὶ τῷ Σαοὺλ πλησιάσας ὄπισθεν ἄλλο μὲν οὐδὲν ὡς κατὰ ἐχθροῦ πράττεται καίπερ ἔχων ὑποχείριον, ἀποτεμὼν δὲ λάθρα αὐτοῦ μέρος τι τοῦ ἀκροτελεύτου τῆς περιβολῆς, εἴσω πάλιν ὑποδύνει. κἄπειτα μικρὸν ὕστερον προελθὼν δῆλα ποιεῖ τῷ Σαοὺλ τὰ πεπραγμένα, ἃ δὴ καὶ ἡ θεία γραφὴ διδάσκει. Ἔστι μὲν οὖν καὶ ἀπὸ τῆς ἱστορίας πάμπολλα ὠφεληθῆναι καὶ ἀποθαυμάσαι τοῦ Δαυίδ· πρῶτον μὲν τὸ ἀτάραχον· δεύτερον τὸ νηφάλιον τῆς πρὸς τὸν θεὸν ἐλπίδος· τρίτον τὸ θαρσαλέον τῆς πίστεως, ᾗ θαρσήσας ἐπιχειρεῖ τοῖς τετολμημένοις· τὸ τέταρτον τὸ συνετὸν τοῦ λογισμοῦ καὶ ἐπὶ πᾶσι τὸ πρᾶον καὶ ἀνεξίκακον, δι’ οὗ τὸ ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν εὐαγγελικὸν παράγγελμα ἔργοις ἐπλήρου. Ἀναγκαίως οὖν διὰ τῆς προγραφῆς ἐπὶ τὴν ἱστορίαν ἀναπεμπόμεθα. διὰ δὲ τῆς ἀρχῆς τοῦ ψαλμοῦ παιδευόμεθα, ὅτι μὴ διὰ χειλέων καὶ γλώττης ἠφίει τὴν φωνήν – πῶς γὰρ ὁ μηδὲ γρύξαι ὑπὸ τοῦ δέους συγχωρούμενος διὰ τὸ ἐφεστάναι αὐτῷ τὸν Σαούλ – ἀλλ’ ἐκ διανοίας· τοιαύτης γὰρ δεῖται τὸ θεῖον, καθ’ ἣν καὶ σιωπώντων ἀκούει· μηδενὸς γὰρ ἑτέρου μηδὲ αὐτῶν τῶν ἔνδον αὐτῷ συμπαρόντων ἀκουόντων, αὐτῷ μόνῳ τῷ θεῷ τὴν ἐκ μεγάλης δυνάμεως καὶ ὑπερβαλλούσης πίστεως ἠφίει φωνήν. διὸ καὶ παραχρῆμα ἔτυχεν αὐτοῦ ὑπηκόου.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
