# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-45

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-45

Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός. τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἀντὶ τοῦ αἰνεῖτε τὸν κύριον ὁ μὲν Σύμμαχος ἀλληλούια, ὅτι ἀγαθὸν ᾠδὴ εἴρηκεν ἀνερμήνευτον φυλάξας τὴν Ἑβραίων λέξιν τὴν σημαίνουσαν τὸ αἰνεῖτε τὸν κύριον. ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις αἰνεῖτε τὸν Ἴα ἐξέδωκεν. ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μιᾷ ψυχῇ αἰνεῖν τὸν κύριον παρεκελεύετο, ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ αἰνεῖτε τὸν κύριον . ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφερόμενον καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον ἀγαθὸν ἂν εἴη, ὥσπερ οὖν καὶ νῦν ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς ἀγαθὸν θεὸν ἀναπεμπόμενος. ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀγαθὸν ᾠδή . Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς θεὸν ἀναπεμπομένη παντός τε εὐώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει. καὶ ἀλλαχοῦ δὲ εἴρηται· ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου , ἢ ὥς τινα τῶν ἀντιγράφων ἔχει· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου . καὶ γὰρ ὡς ἀληθῶς αἶνος θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπόμενος ψυχῆς προσφιλὴς ἂν εἴη αὐτῷ καὶ ὡς ἂν εἴποι τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦτον τῆς ἀνθρωπίνης διανοίας καρπόν. Ἰστέον δὲ ὡς καὶ οὗτος ὁ ψαλμὸς ἐν ἐνίοις τῶν ἀντιγράφων Ἀγγαίου καὶ Ζαχαρίου ἐπιγέγραπται.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
