Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-5
Not analysed yet
Ἀλληλούια. ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Αἶνον καὶ ὕμνον πρὸς τὸν θεὸν καὶ ὁ παρὼν περιέχει ψαλμός. διὸ ἐπιγέγραπται ἀλληλούια ,ὅπερ ἑρμηνεύεται· αἰνεῖτε τὸν κύριον. προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἀπὸ ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ θεοῦ υἱῷ καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ διὰ τοῦ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας. ὁ δὲ τοῦτο πράττων γνησίως καὶ ἀποκλαιόμενος, ἐφ’ οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πράξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασιν, παντί τῳ δῆλον. προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν περιϊέναι διὰ τοῦ ἐπαγγέλλεσθαι· ὅτι χρηστὸς ὁ κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· διὰ ταῦτα γάρ, φησίν, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλανθρωπίαν εἰδώς, ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα.