Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-10
Not analysed yet
Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Μεγαλουργὸς ὢν ὁ κύριος καὶ ἀνέμους προφέρει ἐκ θησαυρῶν αὐτοῦ ὥσπερ ἐξ ἀποκρύφων καὶ ἀπορρήτων ταμιείων τὴν τούτων προφορὰν ποιούμενος. καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τῶν νεφελῶν οὐκ εἴρηται ὁ ἀνάγων νεφέλας ἐκ θησαυρῶν αὐτοῦ, ἀλλ’ ἐξ ἐσχάτου τῆς γῆς ὡς δήλης οὔσης τῆς τῶν νεφελῶν συστάσεως, ἐπεὶ καὶ ἀλλαχοῦ λέλεκται· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. τὸ δὲ ἀκατάληπτον τῆς τῶν ἀνέμων ὑποστάσεως θησαυρὸν προσεῖπε τοῦ κυρίου διὰ τὸ ἀκατάληπτον τοῦ πράγματος. διόπερ οὐδὲ φιλοσόφων παῖδες οἷοί τε γεγόνασι λόγον ἀποδοῦναι περὶ τοῦ πόθεν φέρεται καὶ πῶς ὑφέστηκεν ἡ τῶν ἀνέμων οὐσία.