# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-12

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.10-12

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα, ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. οἱ βόες αὐτῶν παχεῖς. Τοῦ προτέρου λαοῦ οἱ υἱοὶ οὐ μόνον, ἀλλὰ καὶ πάντων τῶν ἀλλοτρίων τῆς θεοσεβείας ὡς νεόφυτά ἐστιν ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. τοῦ δὲ δικαίου ἡ σάρξ ἐστιν ἀσθενὴς καὶ τὸ φρόνημά ἐστι νενεκρωμένον. τούτων τῶν ἐκ περιτομῆς καὶ αἱ θυγατέρες ἑταιρικῶς εἰσὶ κεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, ἐν ᾧ πονηρὸν πνεῦμα ἐνοικεῖ. διό φησι περὶ αὐτῶν ὁ προφήτης· ἀνθ’ ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν , καὶ τὰ ἑξῆς. οἱ δὲ ἅγιοι ναὸς εἰσὶ θεοῦ, καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐν αὐτοῖς οἰκεῖ . καὶ τῶν μὲν περιττεύει καὶ ὑπερχεῖται τὰ ταμιεῖα θησαυριζόντων ἐπὶ γῆς καὶ λεγόντων· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω , τῶν δὲ ὁ θησαυρός ἐστιν ἐν οὐρανῷ. καὶ τῶν μὲν ἐστὶ πρόβατα πολύτοκα πληθύνοντα καὶ βόες παχεῖς ὁποῖοι τῆς Αἰγύπτου εὐθηνίας · καλοὶ γὰρ τῷ εἴδει καὶ ἐκλεκτοὶ ταῖς σαρξὶν ἦσαν, οὓς εἶδεν ὁ Φαραώ, τοῦ δὲ δικαίου ἡ ποίμνη ψυχὰς ἀκεραίους καὶ ἀγαθὰ καὶ λογικὰ πρόβατα ἐμπεριείληφε.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
