Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-14
Not analysed yet
Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Τίς ποτε οὗτος καὶ ποταπὸς καὶ πηλίκος τὸ μέγεθος; οὐχ ὁρᾶς τὸν μέγαν καὶ τοσοῦτον οὐρανὸν ἀθρόως ἀφανῆ γινόμενον, ὁπηνίκα ὑπὸ νεφελῶν καλύπτεται καὶ τοσοῦτον κύτος καὶ μέγεθος ὑπὸ μικρῶν συστημάτων ὑφ’ ἓν συναπτομένων; οὐχ ὁρᾶς τὴν ὑγρὰν οὐσίαν κατὰ μὲν τὴν τοῦ θέρους ὥραν ἡσυχάζουσαν, ἐν τεταγμένῳ δὲ χειμῶνος καιρῷ φερομένην καὶ τῇ γῇ χορηγουμένην; ταῦτα γὰρ αἰνιττόμενός φησιν· τῷ περιβαλλόντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν.