Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-8
Not analysed yet
ι Ἡ δεκάτη ᾠδὴ τῶν ἀναβαθμῶν διὰ τὸ πολλοὺς διωγμοὺς ἐπανίστασθαι τῷ Χριστοῦ λαῷ διδάσκει τοὺς καθ’ ἕκαστον διωγμὸν ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως φυλαττομένους καὶ τῶν πολεμίων κρείττους ἀεὶ γινομένους λέγειν· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι . ἀληθῶς γὰρ ἐξ ἀρχῆς τοῦ κηρύγματος καὶ ἀπὸ πρώτης ὡς εἰπεῖν τῆς συστάσεως τῆς ἐκκλησίας τοῦ Χριστοῦ οἱ πολεμοῦντες αὐτὴν οὐ διέλιπον. διὸ ἐκ νεότητός μου, φησίν, πλεονάκις ἐπολέμησάν με . ἀλλ’ ἐπεὶ τεθεμελίωτο ἐπὶ τὴν πέτραν ,ἑξῆς ἐπιλέγει τὸ καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι . οὐκ ἂν δὲ ταῦτα εἶπον οἱ ἐκ περιτομῆς· μυρίοι γὰρ αὐτῶν πολλάκις κατεδυνάστευσαν. εἶτα ἐπειδὴ πάντες οἱ ἐπαναστάντες τῷ τοῦ Χριστοῦ λαῷ καὶ τοὺς διωγμοὺς κατὰ τῆς ἐκκλησίας αὐτοῦ κινήσαντες κακοὶ κακῶς ἀπώλοντο, καὶ τοῦτο θεσπίζει λέγων· δίκαιος κύριος συνέκοψεν αὐχένας ἁμαρτωλῶν ,καί· γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη.