# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.10

Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά κυρίου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Λευκότερα ἤδη τὰ τῆς θεωρίας συνίστησιν ὁ λόγος οὐδαμῶς μὲν τοῦ Ἰουδαίων ἔθνους μνημονεύσας οὐδὲ τοῦ Ἰσραήλ, ἄντικρυς δὲ τὴν τῶν ἐθνῶν κλῆσιν προαγορεύσας· εἰ γὰρ ἀρχὴ σοφίας φόβος κυρίου , τοῦτον δὲ τὸν φόβον ἀναλήψεσθαί ποτε τὰ ἔθνη φησίν, τί ἕτερον ἢ θεοσεβήσειν τὰ ἔθνη θεσπίζει; Ἀλλὰ καὶ πάντας τοὺς ἐν τοῖς ἔθνεσι βασιλέας ὄψεσθαί ποτε τὴν δόξαν κυρίου φησίν, ὃ καὶ αὐτὸ ἀληθὲς ἐντυγχάνει· εἰ γὰρ καὶ τὰ μάλιστα τοῦ κυρίου τὴν πρώτην παρουσίαν, ἣν ἐποιήσατο κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών , οὐ παρεδέξαντο οἱ βασιλεῖς τῆς γῆς, ἀλλ’ ἔσται, ὅτε κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ὄψονται αὐτοῦ τὴν δόξαν. διὸ σφόδρα ἀπηκριβωμένως περὶ μὲν τῶν ἐθνῶν εἴρηται· φοβηθήσονται τὸ ὄνομα κυρίου. πάντες δὲ οἱ κατὰ τὸν παρόντα καιρὸν μὴ φοβηθέντες τὸ ὄνομα κυρίου καιρῷ ποτὲ καὶ αὐτοὶ ὄψονται τὴν δόξαν αὐτοῦ. δύνανται οἱ βασιλεῖς αἱ βασιλεῖαι τῆς γῆς νοεῖσθαι καὶ σαφέστερόν πως πᾶσαι αἱ βασιλεῖαι, αἳ καθ’ ὅλης τῆς οἰκουμένης εἶδον τὴν δόξαν κυρίου ταῖς ἁπανταχοῦ γῆς ἱδρυθεῖσαις ἐκκλησίαις αὐτοῦ θεωρουμένην.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
