# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-10

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.11-10

Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Κατὰ δὲ ἀναγωγὴν τίς ἂν γένοιτο θήρα τῆς Σιών, ἀλλ’ ἢ οἱ δίκην ἰχθύων ζωγρούμενοι καὶ θηρευόμενοι ὁσημέραι ὑπὸ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν δικτύων; τίς δὲ ὁρῶν τὰ πλήθη τῶν ἐξ ἐθνῶν προσιόντων τῇ Χριστοῦ ἐκκλησίᾳ οὐκ ἂν ὁμολογήσειεν ἀληθὲς εἶναι τὸ φάσκον λόγιον τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω; Τοῦτο μὲν οὖν ὁ λόγος πρῶτον ἐπαγγέλλεται ποιήσειν, δεύτερον δὲ τοὺς πτωχοὺς αὐτῆς χορτάσειν ἄρτων, δηλονότι τοὺς μακαριζομένους κατὰ τό· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν · τούτοις γὰρ τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα δώσειν ἐπαγγέλλεται. καὶ τρίτον δὲ τάγμα κρεῖττον παρὰ τὰ προειρημένα παρίστησι λέγων· τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν περὶ τῆς ἱερωσύνης τῶν κατὰ τὴν ἐκκλησίαν τετιμημένων ταῦτα φάσκων· ἐπειδὴ γὰρ οὗτοι πρότεροι ἑαυτοὺς ἐνέδυσαν δικαιοσύνην, εἰκότως ὁ θεὸς σωτηρίαν αὐτοὺς περιβάλλει. διὸ ἀνωτέρω μὲν ἐλέγετο περὶ αὐτῶν· οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην , ἐνταῦθα δὲ ἀπαγγέλλεται τοὺς ἱερεῖς αὐτῆς, δῆλον δ’ ὅτι τῆς ἐκκλησίας, ἐνδύσειν σωτηρίαν. καὶ τέταρτον τάγμα εἰσάγει τὸ τῶν ὁσίων αὐτῆς, περὶ ὧν ὁ μὲν Ἀκύλας φησὶν αἰνέσει αἰνέσουσιν , ὁ δὲ Σύμμαχος εὐφημοῦντες εὐφημήσουσιν . εἶεν δ’ ἂν οὗτοι οἱ βίῳ καὶ ἀρετῇ διαπρέποντες ἐν τῷ τῆς ἐκκλησίας σώματι.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
