# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-11

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.11-11

Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς, τὸν Σηών, βασιλέα τῶν Ἀμορραίων, καὶ τὸν Ὤγ, βασιλέα τῆς Βασάν, καὶ πάσας τὰς βασιλείας Χαναάν, καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραήλ, λαῷ αὐτοῦ. Ἐπεὶ τὰ μὲν οὐρανία φασί τινες καὶ τὰ καθόλου μόνα διοικεῖσθαι προνοίᾳ θεοῦ, οὐκέτι δὲ καὶ τὰ κατὰ ἄνθρωπον, ἀναγκαίως καὶ ταῦτα συνῆψεν ὁ λόγος παιδεύων, ὅτι μέλει τῷ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπεξέρχεταί τε τοῖς ἀδικοῦσι καὶ δίκας παρ’ αὐτῶν λαμβάνει οὐ κατὰ τὸν μέλλοντα μόνον αἰῶνα, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη πολλάκις κατὰ τὸν ἐνεστῶτα βίον. οὕτω γοῦν κατὰ θείαν ἐπισκοπήν τε καὶ ἐκδίκησιν τὰ συμβεβηκότα τῇ Αἰγύπτῳ γέγονε καὶ τὰ τοῖς πάλαι τὴν ἰουδαίαν γῆν οἰκοῦσιν ἀσεβέσιν ἀνθρώποις· ὧν τὴν χώραν ἀφελόμενος κλῆρον ἔδωκε τῷ ἑαυτοῦ λαῷ. οὕτως δὲ αὐτῷ τῶν ἀνθρωπίνων πραγμάτων μέλει, ὡς μὴ μόνον ἐπεξιέναι τοῖς ἀσεβέσιν, ἀλλὰ καὶ τῶν ἐν ἀνθρώποις εὐσεβῶν ἰδιοποιεῖσθαι τὸ γένος, ὧν ὥσπερ κληρονομίας ἰδίας φροντίζει. ἀλλὰ πάλαι μὲν ἦν ἡ μερὶς κυρίου, δηλαδὴ τοῦ θεοῦ λόγου, λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ . ἐπεὶ δὲ ἐκπέπτωκεν ἐκεῖνος δι’ ὑπερβολὴν ἀσεβείας ἣν ἔδρασεν, εἰκότως μετὰ ταῦτα λέλεκται αὐτῷ ἐνανθρωπήσαντι· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
