Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-13
Not analysed yet
Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ. μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφηλεν. μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν καὶ εὐφραινόμενα φωνῇ ψαλμοῦ. συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ὁδοῦ ἐκοιμήθησαν. λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά. Πλὴν ἐπιφέρει λέγων ἑξῆς· οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν ,καὶ τὰ ἑξῆς. ὧν καὶ αὐτῶν λύσις ἐπάγεται ἐν τῷ· πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρομένων .