# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-13

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.11-13

Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ. μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφηλεν. μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν καὶ εὐφραινόμενα φωνῇ ψαλμοῦ. συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ὁδοῦ ἐκοιμήθησαν. λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά. Πλὴν ἐπιφέρει λέγων ἑξῆς· οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν , καὶ τὰ ἑξῆς. ὧν καὶ αὐτῶν λύσις ἐπάγεται ἐν τῷ· πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρομένων .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
