# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-15

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.11-15

Καί μοι ἐννόησον, τί δή ποτε ὁ μὲν χορτὸς αὐτομάτως φύεται τοῖς κτήνεσιν, οὐκέτι δὲ καὶ τοῖς ἀνθρώποις ὁμοίως ἡ τροφή, καὶ σύνες, ὅτι ὁ σύνεσιν ἀνθρώποις δεδωρημένος εἰκότως αὐτοῖς τὴν αὐτῶν ἐπέτρεψε φροντίδα. ἐπεὶ δὲ μὴ καὶ τοῖς ἀλόγοις λογισμοῦ δύναμιν κατεβάλετο, εἰκότως ἐπιμελόμενος καὶ τούτων, ὡς οὐχ οἵων τε ἑαυτοῖς βοηθεῖν, αὐτὸς τὴν τροφὴν αὐτοῖς παρασκευάζει ἐν τοῖς ὄρεσιν ἐξανατέλλων χόρτον. ἀρ’ οὖν οὐκ ἄντικρυς ὁ τῆς προνοίας μέχρι καὶ τῆς τῶν ἀλόγων φύσεως διήκων παρίσταται λόγος; Εἰ δὲ καὶ ἡ τοῦ ὑετοῦ φύσις ἄψυχός ἐστι καὶ ἄλογος οὐσία, πῶς τεταγμένοις καιροῖς καὶ μέτρῳ τινὶ φέρεται ἐπὶ γῆς καὶ τὸν ἴδιον γνωρίζει χρόνον; ἆρα γὰρ τὸ ὕδωρ δίχα τινὸς ἐφεστῶτος λόγου αὐτὸ ἑαυτὸ μετέωρον αἴρει καὶ πάλιν κατά γῆν τεταγμένως φέρεται; ἢ καὶ τὸ ὑγρὸν αὐτὸ κέκραγεν οἰκονόμον εἶναί τινα καὶ διοικητὴν τὸν ταῦθ’ οὕτω διαπραττόμενον; ὁμοίως καὶ ἐπὶ τῶν νεφελῶν τὸν σύμπαντα οὐρανὸν σκεπουσῶν, ὡς νικᾶσθαι τὰς τῶν ἀνθρώπων ὄψεις καὶ μηκέτι τὸ τοσοῦτον μέγεθος τοῦ οὐρανοῦ θεωρεῖν διὰ τὴν τῶν νεφελῶν ἐπὶ τὸ αὐτὸ συνδρομήν; καὶ τίς ὁ συνάγων τάς νεφέλας καὶ μὴ ἄλλοτε ὡς χειμῶνος ὥρᾳ καὶ μὴ διηνεκῶς, ἀλλ’ ἐπὶ βραχύν τινα καὶ τεταγμένον χρόνον, ὥστε πάλιν διαχεῖσθαι καὶ τὰς τὸν τοσοῦτον οὐρανὸν περιβαλλούσας ἀφανεῖς γίνεσθαι ὡς μηδαμῆ μηδαμῶς ἐπιφαίνεσθαι; ἆρ’ οὖν ταῦτα πάντα τῆς τοῦ προνοοῦντος μεγαλουργίας ἐναργῆ δείγματα; τούτῳ τοίνυν ἐξομολογεῖσθε .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
