# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-7

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.11-7

Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ἐπευξάμενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ πνεύματι κατὰ τὰ προκείμενα οἱ προφῆται μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦσθαι. Εἶθ’ ὡς τυχόντας τῶν ἐπαγγελιῶν καὶ μεταβληθέντας μὲν ἐξ οἴκων εἰδωλικῶν, εἰσεληλυθότας δὲ εἰς τὸν οἶκον τοῦ κυρίου, εὐλογοῦσιν αὐτοὺς ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ κύριος ἐπέφανέ τε καὶ ἔδειξεν. προστάττουσι δὲ ἐν ἑορταῖς διατελεῖν καὶ τὸν οἶκον τοῦ θεοῦ πληροῦν τοῦ οἰκείου ἀθροίσματος, ὡς μέχρι τῶν κεράτων τοῦ θυσιαστηρίου φθάνειν τὰ πλήθη τῶν συγκροτουμένων. διό φασιν· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου . εὐλογοῦμεν δέ, φασίν, ὑμᾶς, ἐπειδήπερ ἡμῖν ὁ κύριος ἐπέφανε τὴν ἡμετέραν δείξας σωτηρίαν. διὸ δὴ συστήσασθε ἑορτὴν ὑμεῖς οἱ ἐξ ἐθνῶν ἐν τοῖς πυκάζουσιν. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· δήσατε ἑορτὴν ἐν πιμελέσιν , ὁ δὲ Σύμμαχος· συνδήσατε ἐπὶ πανηγύρει πυκνάσματα ἕως τῶν κερατίων τοῦ θυσιαστηρίου . προστάττει δὲ διὰ τούτων ὁ λόγος πολλοῖς κειμηλίοις πληροῦν τὸν οἶκον τοῦ θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς, ἃ δὴ προσήκει ἀναρτήσαντας ἐν ὕψει φανερὰ τοῖς πᾶσι καταστῆσαι τοσαῦτα ὄντα τῷ πλήθει, ὡς καὶ μέχρι τῶν κεράτων τοῦ θυσιαστηρίου φθάνειν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
