Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-11
Not analysed yet
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. Ἓν καὶ τὸ αὐτὸ ἔργον τῆς τοῦ θεοῦ προνοίας ἐστὶ τὸ καταξιῶσαι τὸ γένος τῶν ἀνθρώπων τῆς αὐτοῦ μνήμης καὶ τοῦ οἰκείου ὀνόματος· τὸ γὰρ ὅλως ἐπιγνῶναι ἄνθρωπον, ὅτι μὴ ἀδέσποτόν ἐστι τὸ πᾶν, ἐφέστηκε δὲ τοῖς ὅλοις δεσπότης ὁ τῶν πάντων κύριος, οὐ τῆς τυχούσης εὐεργεσίας τυγχάνει. τοῦτο γοῦν αὐτὸ τὸ ὄνομα. καὶ ἡ περὶ τοῦ θεοῦ μνήμη οὐδὲ πώποτε ἐξ ἀνθρώπων ἐπιλείψει, ἀλλ’ ἀεὶ κατὰ γενεὰν καὶ γενεὰν διαρκέσει καὶ διαμενεῖ παρὰ τοῖς ἀνρθώποις. διὸ δὴ εὐλόγως οἱ δοῦλοι μαθόντες, ὅπως μέγας ἐστὶν ὁ κύριος καὶ οὕτως ἠλευθέρωσε τοὺς πάλαι δούλους τυράννων ἀσεβῶν γενομένους, ἐντεῦθεν ὑμνεῖν τὸν ἑαυτῶν κύριον διδάσκονται διὰ τοῦ λέγειν· κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ θάρσος δίδωσιν αὐτοῖς ὁ λόγος φάσκων· καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· ἐν γὰρ τῷ κρίνειν τὸν λαὸν αὐτοῦ, τοῖς μὲν λοιποῖς ἅπασιν ἡ κρίσις ἐπακολουθεῖ τοῖς καὶ τὸ ὄνομα ἐπεγνωκόσι καὶ τὸ μνημόσυνον αὐτοῦ παρ’ ἑαυτοῖς ἔχουσιν, οὗτοι δέ εἰσιν ὁ λαὸς αὐτοῦ. ἐπὶ δὲ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἔτι δεομένοις παρακαλούμενος, ἐν οἷς ἂν δέοιντο ἐλέου καὶ φιλανθρωπίας.