# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-13

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.12-13

Ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν. μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ. Οἱ μὲν πολλοὶ καὶ αὐτοὶ ὄντες υἱοὶ ἀλλοτρίων τοὺς ὁμοίους αὐτοῖς ἐπὶ τοῖς δηλωθεῖσιν ἐμακάρισαν τέλος τὴν ἡδονὴν τιθέμενοι καὶ μόνα τὰ παρόντα λογιζόμενοι. ἐγὼ δέ, φησίν, ἀπεύχομαι ταῦτα φάσκων· ῥῦσαί με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων , οἷς τάδε καὶ τάδε ὑπάρχει. ἀντὶ δὲ τούτων ἁπάντων ἓν εἰδὼς τὸ ἀληθῶς μακάριον τούτου τυχεῖν ἀξιῶ, σὲ τὸν κύριον ἔχειν θεὸν καὶ κλῆρον καὶ μερίδα . διὸ καὶ μακάριον λαὸν μόνον ἐκεῖνον ἡγοῦμαι τὸν σὲ μόνον θεὸν καὶ κύριον κεκτημένον, ἀλλ’ οὐκ ἐπὶ τοῖς θνητοῖς καὶ σωματικοῖς μεγαλαυχούμενον. Σημαίνειν δέ μοι δοκεῖ διὰ τούτων τοὺς δύο λαούς, δι’ οὓς καὶ πρότερον εἴρηται, τόν τε ἐκ περιτομῆς καὶ τὸν λαὸν τοῦ Χριστοῦ, οὗ ὁ κύριος αὐτός, ὁ θεὸς λόγος, θεὸς αὐτοῦ ἐστιν. τούτων τῶν δύο λαῶν μέμνηται καὶ ἐν ἑτέρῳ φάσκων· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἐκ τῶν τρίβων αὐτῶν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
