# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.12-5

Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας. Μετὰ τὰ εἰρημένα περὶ τῶν ἀποστόλων καὶ τῆς ἐκκλησίας σαφῶς μνημονεύει καὶ τοῦ τεθειμένου ἐν αὐτῇ πρεσβείου· ἔδει γὰρ ὡς ἐν ἀγαθοῖς εὐαγγελίοις καὶ τούτων τὴν μνήμην παραληφθῆναι. . προστάττονται δὲ οἱ δηλωθέντες ὑψοῦν τὸν ἑαυτῶν κύριον ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεῖν αὐτόν , ἐπειδήπερ παράδοξα καὶ θαυμαστὰ ἐνεργῶν ἐξ ἐναντίων τὰ ἐναντία εἰργάσατο. εἰ δὲ οἱ ἐξ ἐθνῶν κεκλημένοι ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετεβλήθησαν, τίνες ἂν εἶεν οἱ διὰ τῶν προτέρων δεδηλωμένοι, ἐν οἷς ἐλέγετο· ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, ἢ οἱ ἐκ τοῦ προτέρου λαοῦ τοῦ ἐκ περιτομῆς; μεγάλων γὰρ οὗτοι πρότερον ἀγαθῶν ἠξιωμένοι εἰς τοὐναντίον περιετράπησαν. καὶ μαρτυρεῖ γε τῷ λόγῳ ἡ τῶν πραγμάτων ὄψις. ἡ γοῦν πάλαι καρπῶν ἀγαθῶν οἰστικὴ χώρα τοῦ Ἰουδαίων ἔθνους καὶ αὐτή γε ἡ Ἱερουσαλὴμ εἰς ἐσχάτην ἐρημίαν καὶ ἀκαρπίαν περιελήλυθεν οὐκ ἐξ ἄλλης τινὸς αἰτίας ἢ ὡς ὁ λόγος ἐδίδαξεν· ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. καὶ πᾶν δὲ τὸ ἔθνος αὐτῶν πάντων ὑστέρηται τῶν κατὰ τὸ παλαιὸν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν, ὡς μηκέτι προφητῶν ἀξιοῦσθαι μήτε ἀγγέλων ἐπιφανείας. καὶ πάντα δὲ αὐτῶν τὰ σεμνὰ καθῄρηται· ἡ μητρόπολις, τὸ ἱερόν, τὰ ἅγια τῶν ἁγίων, τὸ βασίλειον, ἡ ἱερωσύνη. ἀλλὰ καὶ δοῦλοι ἀντ’ ἐλευθέρων γεγόνασι καὶ νόμοις ἐθνῶν ὑπήκοοι, οἳ πρὶν αὐτόνομοι κατέστησαν, καὶ ταῦτα πάντα ὑπομεμενήκασι διὰ τὰς αὐτῶν κακίας τε καὶ πονηρίας. τοὔμπαλιν δὲ τούτοις ἡ ἐξ ἐθνῶν ἐκκλησία τὸ πρὶν οὖσα θεοῦ ἔρημος καὶ πάντων ἀγαθῶν ἄγονός τε καὶ ἄκαρπος μεταβέβληται εἰς λίμνας ὑδάτων, καὶ ἡ πάλαι πρότερον ἄνυδρος γέγονεν εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησαν ἐν αὐτῇ οἱ πάλαι πεινῶντες καὶ οἱ πρὶν ἀπωλόμενοι καὶ πάσῃ πολυθέῳ πλάνῃ καλινδούμενοι τῆς μακρᾶς πλάνης εὗρον καταφυγῆς ἀγαθὸν λιμένα τὴν εὐαγγελικὴν διδασκαλίαν. καὶ συνεστήσαντο πόλιν κατοικεσίας τὴν ἔνθεον πολιτείαν τοῦτον δηλοῦντος τοῦ λόγου τὸν τρόπον· ἔνθα κατῳκίσθησαν οἱ πρὶν πεινῶντες. αὐτοὶ δὴ οὖν οὗτοι μετὰ τὴν εἰς αὐτοὺς ἀποστολὴν τοῦ υἱοῦ τοῦ θεοῦ τυχόντες καὶ τῆς παρ’ αὐτοῦ βοηθείας τε καὶ ὠφελείας συνεστήσαντο πόλιν κατοικητηρίου . καὶ κατῴκησαν ἐκεῖ οἱ πάλαι πεινῶντες παυσάμενοι μὲν τοῦ πάλαι πιεζοῦντος αὐτοὺς θείων καὶ λογικῶν τροφῶν λιμοῦ, τῆς δὲ οὐρανίου τροφῆς ἀπολαύειν κατηξιωμένοι.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
