# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.13-5

Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος. καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβάλλοντες ὅπως εἰσέτι δεῦρο τὸν ἐπουράνιον σπόρον ὡς παῖς παρὰ πατρὸς διαδεξάμενοι διὰ τῆς τῶν ἀποστόλων παραδόσεως ἐν ταῖς τῶν ἀνθρώπων κατασπείρουσι ψυχαῖς φυτεύουσί τε ἀμπελῶνας τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας, καὶ ὅπως εὐλογίας καὶ πληθυσμοῦ καταξιοῦνται, ὡς καὶ τοὺς ἐν αὐταῖς ἰδιωτέρους καὶ ἀλογωτέρους, κτήνη προσαγορευομένους, πληθύνειν , ἔξεστιν ὀφθαλμοῖς παραλαμβάνειν τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐκχυθεῖσαν χάριν τοῦ σωτῆρος ἡμῶν συνορῶντας. Τὸν μὲν οὖν σπόρον νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν παραβολῆς, δι’ ἧς φησιν· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἃ μὲν ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, ἃ δὲ ἐπὶ τὴν πέτραν, ἃ δὲ παρὰ τὴν ὁδόν, ἃ δὲ ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν. ἀμπελῶνας δὲ νοήσεις παραθεὶς προφητικὴν φωνήν, ᾗ φησιν· ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, καί· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι· ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ ὁ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. κατὰ τὰ αὐτὰ δὲ καὶ τὰ κτήνη πάρεστί σοι νοεῖν ἀπὸ τοῦ φάσκοντος λόγου· ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε , καὶ ἀπὸ τοῦ· κτηνώδης ἐγενήθην παρὰ σοί . τὸ δὲ καὶ ἐποίησαν καρπὸν γενήματος ἀδελφὸν ἂν εἴη τῆς σωτηρίου φωνῆς, ᾗ φησιν· ἀρθήσεσθαι τὴν βασιλείαν τοῦ θεοῦ ἐκ τοῦ προτέρου λαοῦ καὶ δοθήσεσθαι ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτῆς .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
