# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-9

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.13-9

Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται. οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Συντελέσας τὴν περὶ τοῦ κυρίου θεολογίαν καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ’ αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει· ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας κύριος· καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς · ὁ μὲν γὰρ κύριος ἡμῶν τάδε καὶ τάδε εἰργάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους. οἱ δὲ τῶν ἐθνῶν θεοί, οὓς καὶ αὐτοὶ πεπλανημένως ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νεκρὰ καὶ κωφὰ ἅτε νεκρῶν ἀνθρώπων πάλαι κατοιχομένων μορφώματα καὶ ἀπεικονίσματα, ὧν ἡ μὲν οὐσία ἄψυχός ἐστιν ὕλη, τὸ δὲ ἔργον ἀνθρώπων ἐπιτήδευμα. οἱ δὲ τύποι πάσης ἐνεργείας ἀμέτοχοι. Χαριέντως δὲ ὁ Σύμμαχος ἀντὶ τοῦ ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ ἡρμήνευσεν εἰπών· ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς · καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιθωθέντες τὴν ψυχὴν καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασι τοῖς προσκυνουμένοις ὑπ’ αὐτῶν ὀφθαλμοὺς ἔχοντες καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες καὶ ἁπλῶς ἶσα πεπονθότες τοῖς ἑαυτῶν θεοῖς καὶ τοῦθ’ ἕξουσι ἤδη τὸ ἐπιτίμιον δίκην ὑποσχόντες τῆς ἑαυτῶν ἀσεβείας.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
