# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-2

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.14-2

Ἄισω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ. Μαθὼν τὰ περὶ τῆς μελλούσης κρίσεως τῆς τε ὀργῆς καὶ τοῦ θυμοῦ τοῦ θεοῦ, δι’ ὃν τρόμος μὲν λήψεται τὴν γῆν, ὄρη δὲ τότε καπνισθήσονται , ἐντεῦθεν ἤδη προλαβὼν λέγω· ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ἐν ᾗ ζωῇ αὐτὸς ἐμαυτοῦ ἐξουσίαν ἔχω. ἀλλὰ καὶ ὡς ἔτι ὑπάρχω ἐν τῷ βίῳ, τὸν ὀφειλόμενον ἀποδώσω ὕμνον καὶ ψαλμὸν τῷ θεῷ μου. Πολλὴν δὲ ἐμφαίνει διάθεσιν καὶ οἰκείωσιν τὴν πρὸς τὸν θεὸν ἡ προσθήκη· οὐ γὰρ εἶπε ψαλῶ τῷ θεῷ, ἀλλὰ τῷ θεῷ μου · ἔοικε γὰρ φάσκειν· τῷ κτίσαντί με καὶ ποιήσαντί με καὶ θρέψαντί με καὶ πάντων τῶν ἀγαθῶν αἰτίῳ μοι γεγενημένῳ κυρίῳ μου καὶ θεῷ μου. εἴη δέ, φησί, τοιαῦτα με ᾆσαι καὶ ψάλαι, ὡς ἡδυνθῆναι αὐτῷ τὸν ἐξ ἐμοῦ καρπόν· εἰ γὰρ τοῦτο γένοιτο, καὶ αὐτὸς ἐγὼ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ, ἐπὰν ὁ καιρὸς ἐπιστῇ τῶν ἐπαγγελιῶν καὶ τοῦ ἀνακαινισμοῦ τῆς γῆς .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
