Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-5
Not analysed yet
Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. Τὸ μὲν γὰρ πλῆθος τοῦ Ἰουδαίων ἔθνους εἰς τοσαύτην ἤλασεν ἀγαθῶν σπάνιν, ὡς ὀλίγους καὶ ἀριθμῷ ληπτοὺς εὑρίσκεσθαι ἐν αὐτοῖς τοὺς κατὰ θεὸν εὐδοκιμοῦντας· εἰ γὰρ καὶ τὰ μάλιστα τῇ σωματικῇ γενέσει πληθυνούσῃ ἄμμῳ θαλάσσης παρεικασμένοι κατὰ τὸν φήσαντα προφήτην· καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐξαριθμηθήσεται οὐδ’ ἐκμετρηθήσεται ,ἀλλ’ οὐ πάντας σωτηρίας ἀξίους ἀποφαίνει τὸ πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου φάσκον· καὶ ἐὰν γένωνται οἱ υἱοὶ Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται . τούτου δὴ οὖν τοῦ ὑπολείμματος χάριν καὶ ἐν τοῖς προκειμένοις εἴρηται καὶ ὠλιγώθησαν καὶ κατεφθάρησαν ἀπὸ συνοχῆς κακῆς καὶ ταλαιπωρίας κατὰ τὸν Σύμμαχον. καὶ τὸ μὲν πᾶν ἔθνος αὐτῶν ταύτην ἐπέμεινε τὴν πρόρρησιν. οἱ δ’ ἐν αὐτοῖς ἄρχοντες, πατριάρχαι τινὲς καὶ ἀρχιερεῖς καὶ νομοδιδάσκαλοι Σαδδουκαῖοί τε καὶ γραμματεῖς καὶ Φαρισαῖοι ,αἰσχύνην κατέχεαν τῇ ἐξουδενώσει παραδοθέντες. τούτους δὲ αὐτοὺς ὁ θεὸς ἐπλάνησεν ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ ἅτε δὴ κληθέντας ἐπὶ τὴν εὐθεῖαν ὁδὸν καὶ παραιτησαμένους αὐτήν. πάλιν δὲ μελλητικῶς ὁ μὲν Ἀκύλας φησί· καὶ πλανήσει αὐτούς ,ὁ δὲ Σύμμαχος · καὶ πλανήσει αὐτοὺς ἐν ματαίῳ δι’ ἀνοδίας . καὶ ταῦτα μὲν περὶ ἐκείνων. πάλιν δὲ περὶ τῶν δευτέρων ἐπιλέγει ἑξῆς.