# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-8

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.14-8

Οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν κύριον. οἶκος Ἀαρών, εὐλογήσατε τὸν κύριον. οἶκος Λευί, εὐλογήσατε τὸν κύριον. οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον. εὐλογητὸς κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλήμ. Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς. οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ θεοῦ καὶ λαὸς αὐτοῦ χρηματίσαντες, εὐλογήσατε, φησίν, τὸν κύριον, τουτέστιν ἀνευφημήσατε καὶ ἀνυμνήσατε τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες. καλεῖται δ’ ἐπὶ τὴν εὐλογίαν πρῶτον μὲν ὁ θεοῦ λαός, ὁ καλούμενος οἶκος Ἰσραήλ , τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλήθους, δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Ἀαρὼν καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλουμένη οἶκος Λευὶ καὶ μετὰ πάσας ἀνωτέρω οἱ φοβούμενοι τὸν κύριον. οὗτοι δὲ ἦσαν, πρὸς οὓς ἅπας ὕμνος προπεφώνηται, οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι , δηλαδὴ οἱ ἐξ ἐθνῶν προσιόντες τῇ πίστει. εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων τοῦ τε Ἰσραὴλ καὶ τοῦ οἴκου Ἀαρὼν καὶ τοῦ οἴκου Λευί, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμενοι τὸν κύριον , εἰ μὴ οἱ ἐξ ἐθνῶν τῷ τοῦ θεοῦ λόγῳ προσεληλυθότες, οἳ καὶ διδάσκονται εὐλογεῖν· εὐλογητὸς κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλήμ ; ποίαν δὲ Σιὼν ἢ ποίαν Ἱερουσαλὴμ ἢ τὴν ἀεὶ μένουσαν τοῦ θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ θεοῦ , οὐ τὴν ἠφανισμένην, ἀλλ’ ἐκείνην, ἣν ἀληθῶς μόνοι οἱ ἐξ ἔθνων γνωρίζειν καὶ προσδοκᾶν ἔμαθον παρὰ τοῦ ἀποστόλου λέγοντος· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν ;

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
