# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.14

Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ. ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Καί μοι δοκεῖ διὰ τούτων ὁ προφητικὸς χορὸς σημαίνειν τὴν διὰ τοῦ σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν, ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης· ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρουσίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύουσιν οὐκέτι τοῖς πατρώοις δαίμοσιν, ἀλλ’ αὐτῷ τῷ κυρίῳ, ἐν αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ τὴν ἐμήν, φησίν, ἰσχὺν ἐκάκωσεν ὁ κύριος κολοβώσας τὰς ἡμέρας μου, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. οὗ δήπου εἰς ὑπόμνησιν ἐρχόμενος εὔχομαι, εἰ οἷόν τε ἦν παρατεῖναι τὴν ζωὴν εἰς ἐκείνους τοὺς χρόνους καὶ φῆσαι μὲν τῷ κυρίῳ μὴ ἀναγάγῃς με ἐν ἡμίσει τῶν ἡμερῶν μου· τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω καὶ μᾶλλον τὰ ἐσόμενα προορῶ, ἔοικα ἐν μέρει εἶναι ἡμέρας θεοῦ. λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν. εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν εὐχὰς ὁ σωτὴρ ἡμῶν εἰρηκέναι· πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἤκουσαν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
