Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15
Not analysed yet
Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. κατ’ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Ἀναγκαίως προειπὼν μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου καὶ εὐξάμενός τε παρατεῖναι τὴν ζωὴν μέχρι τῆς ἐκβάσεως τῶν προφητευομένων συνορᾷ τὸ ἀδύνατον διὰ τὸ ἀσθενὲς καὶ ὀλιγοχρόνιον τῆς θνητῆς φύσεως. εἶτα ἔφη· σοῦ μόνου, κύριε, τὰ ἔτη εἰς γενεὰν καὶ γενεὰν διαμενεῖ ,καὶ σὺ ἥξεις εἰς ἐκείνην τὴν γενεὰν κἀκεῖνον τὸν λαόν, περὶ οὗ ἀνωτέρω ἐλέγετο· γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. διὰ τοῦτο φημί, ὅτι σοῦ μόνου τὰ ἔτη εἰς γενεὰν καὶ γενεάν . ἐμοὶ δὲ οὐ πάρεστιν ἡ αὐτὴ δύναμις, ὡς παρατεῖναι τὴν ζωὴν ἀπὸ τῆς ἐνεστώσης γενεᾶς, δηλαδὴ τῆς τῶν προφητικῶν χρόνων, ἐπὶ τὴν νέαν γενεὰν τὴν μέλλουσαν ἥξειν, δηλαδὴ τῆς τῶν ἐθνῶν κλήσεως. ἀλλ’ ἐγὼ μὲν παρελεύσομαι καὶ συναχθήσομαι πρὸς τοὺς ἐμαυτοῦ πατέρας, σὺ δὲ διαμενεῖς εἰς τὸν ἀεὶ καὶ ἄπειρον αἰῶνα, ἐπεὶ ἄναρχος καὶ ἀγέννητος ποιητὴς τῶν ὅλων τυγχάνεις οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς δημιουργός. εἰ μὲν γὰρ μὴ σὺ ἦσθα, φησίν, κατ’ ἀρχὰς, ὦ κύριε, ὁ τὴν γῆν θεμελιώσας, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοί, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγέννητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα. νῦν δ’ ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης, ὅτι καὶ μὴ πρότερον ὄντα σῇ βουλῇ καὶ δυνάμει γέγονεν· ἓν γάρ ἐστι τὸ μένον ἀεὶ καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. διό φημι· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· πᾶν γὰρ σῶμα χρόνοις καὶ μακροῖς αἰῶσι παλαιοῦται ὡς ἱμάτιον παλαιωθέντα παλαιωθέντα δὲ αὖθις ἀνακαινισθήσεται τῇ σῇ πάλιν ἐνθέῳ βουλῇ. τέλος γοῦν τῆς παλαιώσεως αὐτοῖς οὐ φθορὰ καὶ ἀπώλεια, ἀλλὰ ἀνακαινισμὸς ἔσται σοῦ ἀνελίττοντος καὶ ἀνανεοῦντος αὐτά. ὡς ἄν τις περιβόλαιον ἀναπλώσειε καὶ ἀνελίξειεν, ἀλλαγήσονται καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνωσιν· ταῦτα γὰρ σοί, τῷ κυρίῳ, ποιεῖν δυνατόν. διόπερ ὅτε θέλεις καὶ ὡς θέλεις, μεθαρμόζεις καὶ μεταβάλλεις τὰ πάντα. τότε οὖν ἐπειδὰν μετασκευασθήσωνται ἐπὶ τὸ κρεῖττον, οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν ἐν αὐτοῖς καινοῖς γενομένοις καὶ πρὸς τὸ κρεῖττον μεθαρμοσθεῖσι καὶ τὸ σπέρμα δὲ αὐτῶν δηλαδὴ τῶν δούλων σου εἰς τὸν αἰῶνα κατευθυνθήσεται.