# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.15-5

Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς. ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Καὶ ἐν τούτοις συνήθως ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· ὀχυρώσεις πένητα ἀπὸ κακώσεως · ἐκείνοις μὲν γὰρ ἔσται τὰ προδηλωθέντα, φησίν, τὸν δὲ πένητα λαὸν ὀχυρώσεις, τὸν ἐξ ἐθνῶν δηλαδὴ συστησόμενον, ὃν καὶ μακαρίζων ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἔλεγε· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . ἀλλὰ καὶ ἔθετο αὐτοὺς ὡς πρόβατα πατριάς. ὁ δὲ Ἀκύλας καὶ θήσει, φησίν, ὡς ποίμνιον συγγενείας , ὁ δὲ Σύμμαχος καὶ τάξει, φησίν, ὡς ποίμνια τὰς συγγενείας τὰς κατὰ πόλεις καὶ κατὰ χώρας ἐκκλησίας ἐκ διαφόρων συγγενειῶν συνεστώσας, οὕτως που, οἶμαι, δηλοῦντος τοῦ λόγου. οἶδε γοῦν τοὺς λαοὺς αὐτοῦ πρόβατα ὀνομάζειν ὁ σωτὴρ φάσκων· τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει . ταῦτα δὲ μέλλοντα ποτὲ ἔσεσθαι, οὔπω δὲ τότε καθ’ ὃν ἐπροφητεύετο καιρὸν ὁρώμενα προεθέσπιζε. διό φησιν· ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. τίνα δὲ ὄψονται, ἀλλ’ ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ σωτήρ· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι , καί· πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον . οἱ μὲν εὐθεῖς ἅτε εὐθεῖς ὄντες καὶ θεῷ φίλοι εὐφρανθήσονται ἐπὶ τοῖς εἰρημένοις. πᾶσα δὲ ἀνομία λυττῶσα, ὑπὸ φθόνου διαρρηγνυμένη, μηδὲν δὲ πράττειν διὰ τὸν ταῦτα βουληθέντα θεὸν δυναμένη ἐμφράξει τὸ στόμα αὐτῆς. καὶ τοῦτο δὲ πάρεστιν ἐναργῶς ὁρᾶν, ὡς κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἡ τῶν ἀπίστων καὶ εἰδωλολατρῶν ἀνδρῶν ἀνομία λυττῶσα καὶ πολλάκις ἐπιμανεῖσα τέλος διὰ τὸ μηδὲν δύνασθαι τὸ στόμα αὐτῆς ἔφραξε ὑπὸ τοῦ θείου λόγου φιμουμένη τοῦ καὶ αὐτῇ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς φάσκοντος· σιώπα, πεφίμωσο . ἀλλὰ καὶ μὴ ἔχουσα κατειπεῖν τῆς περὶ τὰ ἔθνη οἰκονομίας τοῦ θεοῦ ἐμφράξει τὸ στόμα αὐτῆς. ἀνομίαν δὲ νοήσεις τὸν διάβολον καὶ πάντα τὸν κατ’ αὐτὴν πεποιημένον κατὰ τό· ἐνεφράγη στόμα λαλούντων ἄνομα .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
