# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1a

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκγʹ Εὐχαριστίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1a

Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ πρὸ τούτου εἰπόντες ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς καὶ τὰ ἑξῆς ἐπὶ τοῦ παρόντος ἐμφαίνουσιν ἐπηκοῦσθαι. ὡς γοῦν ἐπακουσθέντες καὶ ἐλεηθέντες εὐχαριστοῦσι νῦν καί φασιν· εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, τάδε ἂν ἐπεπόνθημεν. διδάσκεταί τε ἐν τούτοις καὶ προστάσσεται λαλεῖν ὁ Ἰσραήλ, τουτέστι πᾶς ὁ διορατικὸς δηλαδὴ ὁ τὸν θεὸν πρὸ ὀφθαλμῶν ἔχων, ἐπινίκιόν τε καὶ εὐχαριστήριον ᾠδὴν ᾄδειν τῷ νικοποιῷ κυρίῳ. τοιοῦτος δὲ ἦν ὁ ὑπὸ Μωυσέα Ἰσραήλ, ᾧ ἐλέγετο· σιώπα καὶ ἄκουε, Ἰσραήλ , καί· κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε . διὰ δὲ τῶν προκειμένων οἱ δηλωθέντες ἡμῖν διὰ τῶν ἔμπροσθεν παλαιοὶ πρεσβύται καὶ δημογέροντες τὸν νέον λαὸν διδάσκουσι λέγειν τὰ προκείμενα, οἱ δὲ ἅτε μαθηταὶ ὑπακούουσιν. Ἰσραὴλ δέ ἐστιν ὁ δυνάμενος λέγειν· εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, τουτέστι πᾶς ὁ ἔχων ἐν ἑαυτῷ τὸν κύριον διὰ καθαρότητα ψυχῆς, ἀλλ’ οὐχ’ ὁ ἐπὶ τῷ κατὰ σάρκα γένει σεμνυνόμενος.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
