Ancient Greek
3.1b to 3.2
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1b-2
Not analysed yet
Ὁ μὲν πρὸ τῶν πειρασμῶν νεκρὸς ὢν δι’ ἁμαρτίας εἰς βυθὸν κακῶν χωρήσας κατὰ τοὺς τῶν διωγμῶν καιροὺς νεκρὸς ὢν κατεπόθη, ὁ δὲ πρὸ τούτου ζῶν κατὰ θεόν, ἔπειτα ἐν καιροῖς διωγμῶν ἐξομοσάμενος καὶ εἰς παντελῆ χωρήσας ἀποστασίαν ζῶν κατεπόθη. τοῦτο δὲ οὐδέποτε πείσεται ὁ ἀληθινὸς Ἰσραὴλ ἔχων ἐν ἑαυτῷ τὸν κύριον διὰ τὴν τῆς ψυχῆς καθαρότητα. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς. ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν. ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Τὸν περιστατικὸν καιρὸν ᾗ τάχος παριόντα δίκην πλημμυροῦντος χειμάρρου καὶ σφοδρότατα ἐνρήττοντος οὐ μὴν καὶ ἐπὶ πολὺν χρόνον διαρκοῦντος, ἀλλ’ ἀθρόως μὲν πληρουμένου, πάλιν δὲ ἀθρόως ἐκλείποντος καὶ ξηραινομένου.