# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-10

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-10

Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθείων εὐλογηθήσεται. δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἰ μὲν προχείρως τις καὶ ἰουδαϊκῶς ἐθέλοι τὸ σπέρμα ἐκλαβεῖν τοῦ μακαριζομένου, ἀσύστατος γένοιτ’ ἂν αὐτῷ ὁ λόγος· μυρίων γὰρ ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν καὶ προφητῶν οὐκ ἐφάνη δυνατὸν ἐν τῇ γῇ τὸ σπέρμα· οὐ γάρ τις δύναται δεῖξαι φέρε τοῦ Μελχισεδὲκ ἢ τοῦ Ἰησοῦ τοῦ Ναυὶ ἢ τοῦ Ἠλία ἢ τοῦ Ἱερεμία ἢ τῶν λοιπῶν προφητῶν σπέρμα, τουτέστιν υἱοὺς καὶ διαδοχὰς υἱῶν καὶ σπέρμα δυνατὸν ἐν τῇ γῇ γεγενημένον. κατὰ δὲ διάνοιαν νοήσεις τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσας ἑκάστῳ τῶν ἀποστόλων, ὧν τὸ λογικὸν σπέρμα, ὅσης μετέσχε δυνάμεως καταβληθὲν ὥσπερ εἰς χώρας εὐγείους καὶ καρποφόρους τὰς τῶν ἀνθρώπων ψυχάς, οὐκ ἔστιν εἰπεῖν, οἷον Παῦλος ὁ ἀπόστολος ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ συστησάμενος τῷ θεῷ μυριάνδρους ἐκκλησίας δυνατὸν ἐκτήσατο ἐν τῇ γῇ τὸ σπέρμα . ὁμοίως δὲ καὶ τῶν λοιπῶν μαθητῶν ἕκαστος. καὶ τὰ προφητικὰ δὲ σπέρματα ἐν ταῖς θεοπνεύστοις αὐτῶν γραφαῖς καταβεβλημένα, εἰσέτι καὶ νῦν ἐνεργοῦντα καθ’ ὅλης τῆς οἰκουμένης δυνατὰ γέγονεν ἐν τῇ γῇ. Τοῦτο δὲ τὸ σπέρμα τῶν ἁγίων σὺν αὐτοῖς τοῖς τὰ τοιαῦτα κατασπείρουσιν εὐλογεῖται οὐκ ἐν τῇ τυχούσῃ γενεᾷ, ἀλλ’ ἐν τῇ τῶν εὐθείων , ὧν μνήμην ἐποιήσατο καὶ ὁ πρὸ τούτου ψαλμὸς λέγων· ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθείων . Ὅπως δὲ τοῦ φοβουμένου τὸν κύριον δόξα καὶ πλοῦτός ἐστιν ἐν τῷ οἴκῳ, νοήσεις ἀκούσας Παύλου λέγοντος· ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες καὶ ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες . τίς δ’ ἂν γένοιτο πλουσιώτερος τοῦ κληρονόμου θεοῦ, συγκληρονόμου δὲ Χριστοῦ ἀποφανθέντος; τὸ δὲ μέγεθος τοῦ οἰκείου πλούτου παριστὰς ὁ αὐτὸς ἀπόστολος ἔλεγεν· εἴτε κόσμος εἴτε ζωὴ εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ἡμῶν, ἡμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ . Τοῦ δ’ οὕτως μακαριζομένου ἡ δικαιοσύνη οὐκ εἰς τὸν παρόντα μόνον αἰῶνα διαμένει, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα. διὸ λέλεκται· καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. νοήσεις δὲ καὶ τοῦτο ἐπιστήσας, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ κατὰ τὸν ἀπόστολον, ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. ἐκ δὲ ἀκοῆς πίστεως πρῶτος μὲν ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην , ἔπειτα δὲ καὶ οἱ ὁμοίως αὐτῷ τὸ τοῦ Χριστοῦ εὐαγγέλιον διὰ πίστεως κατορθοῦντες.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
