# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-18

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκαʹ Ἀγαθῶν εὐαγγέλια. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-18

Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυλῶνι, βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ ἄνδρες καὶ σφόδρα πρεσβύτεροι οἱ ἀπὸ τῆς Ἱερουσαλὴμ καταβεβηκότες, ἐκεῖ καὶ παραμείναντες τὸν ἑβδομηκονταέτη χρόνον, μεθ’ ὃν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ. τούτων τοίνυν τοὺς μὲν παλαιοὺς καὶ γηραλέους νόει μοι μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Βαβυλῶνος πυνθανομένῳ τῷ νέῳ λαῷ, ὅποι τὴν πορείαν ποιοῖτο, ἀποκρινομένους καὶ λέγοντας· εἰς οἶκον κυρίου πορευσόμεθα , ἐπὶ δὲ τῇ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφρανθέντα δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶσις, τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς καὶ εἰπεῖν· ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ · οὐ γὰρ ἐξ ἀκοῆς, φησίν, ταῦτα λέγειν, ἀλλ’ ἐξ αὐτοψίας· αὐτοὶ γὰρ ἡμεῖς ἦμέν ποτε ἐν Ἱερουσαλήμ, καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες ἑστῶτες ποτὲ ἐτύγχανον ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ , ὅθεν ἀκριβῶς εἰδότες ταῦθ’ ὑμᾶς εὐαγγελιζόμεθα. καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως καὶ τὸν τύπον αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα ἀκριβῶς φέρομεν διὰ μνήμης ὁποῖά τις ἦν πάλαι πρότερον συνεστῶσα ἀναζωγραφοῦντες ταῖς ἑαυτῶν διανοίαις· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη ὧδε κἀκεῖσε οὐδὲ ἀπεσχοινισμένη καὶ διεστῶσα εἰς μέρη πολλά, ἀλλ’ οὕτως ἦν ᾠκοδομημένη , ὡς δοκεῖν ἕνα εἶναι οἶκον διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομημάτων. διὸ λέλεκται· ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Τοιαῦται δέ εἰσι κατὰ διάνοιαν πᾶσαι αἱ παρὰ θεῷ ψυχαὶ καὶ οἱ ζῶντες λίθοι , δι’ ὧν ᾠκοδόμηται ὁ ἀληθινὸς νεὼς τοῦ θεοῦ, τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένοι . οἱ οὖν ἅγιοι ἡμῖν τοῖς ἐν αἰχμαλωσίᾳ συνόντες ταῦτα ἀπαγγελλέτωσαν παρορμῶντες αὐτοὶ ἐπὶ τὴν ὁμοίαν αὐτοῖς προκοπήν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
