# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-21

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκεʹ Προσδοκία μελλόντων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-21

Ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν. ἐγενήθημεν εὐφραινόμενοι. ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. Ἀκολούθως καὶ ταῦτα προσέθηκαν τοῖς πρώτοις· οὐ γὰρ ἀναισθητοῦντες, φησίν, τῆς εἰς ἡμᾶς ἤδη γενομένης εὐεργεσίας ταῦτα φαμέν, ἀλλ’ ὁμολογοῦντες, ὅτι μεγάλα μὲν ἐποίησε μεθ’ ἡμῶν ὁ θεὸς καὶ ἤδη γεγόναμεν ἐν εὐφροσύνῃ. οὕτω δ’ ἔχοντες ὅμως ὑπὲρ τῶν καταλοίπων μελῶν ἡμῶν δεόμεθα καὶ ἱκετεύομεν λέγοντες· ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὠς χειμάρρους ἐν τῷ νότῳ. Ἀκύλας· ὡς καταρροίας ἐν τῷ νότῳ · Σύμμαχος· ὡς ὀχετοὺς ἐν τῷ νότῳ · ἡ πέμπτη ἔκδοσις· ὡς ἀφέσεις ἐν τῷ νότῳ . τὸ πολὺ πλῆθος καὶ ἀθροῦν τοῦτον σημαίνουσι τὸν τρόπον εὐχόμενοι, μηκέτι μερικὴν γενέσθαι τὴν τῶν λοιπῶν ἐπάνοδον, ἀθρόαν δὲ πᾶσαν τὴν αἰχμαλωσίαν τυχεῖν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου, ὡς διαλιπεῖν ποτὲ τοὺς ἐπανιόντας τῷ μηκέθ’ ὑπάρχειν αἰχμαλώτους. ὥσπερ τε οὖν οἱ χείμαρροι πληρούμενοι πρόσκαιρον ὑδάτων ἀπορρεύσαντες ἀθρόως ἀποξηραίνονται ἐκλείποντες, οὕτως καὶ ἡ ἀπὸ βορρᾷ ἐπὶ τὸν νότον ἐπάνοδος γένοιτο τῶν πρὶν αἰχμαλώτων. ἀλλὰ καὶ ὡς ὁ μέγας τῶν Αἰγυπτίων ποταμὸς ἀπὸ τοῦ νότου φέρεται κατὰ τὴν αὐτοῦ ἀνάβασιν καταρροίας ἐργαζόμενος καὶ ὀχετοὺς καὶ ἀφέσεις, οὕτως καὶ τῆς αἰχμαλωσίας αὐτῶν γενέσθαι εἰς τὰ οἰκεῖα τὴν ἐπάνοδον ἀξιοῦσιν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
