# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-22

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκϛʹ Οἰκοδομὴ ἐκκλησίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-22

Εἰς μάτην ὑμῖν ἐστι τοῦ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἔσθοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Ἀκριβέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· μάταιον ἡμῖν ἐξ ὄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, οἱ ἐσθίοντες ἄρτον κακοπαθούμενον · ὁ δὲ Ἀκύλας· εἰκῇ ἡμῖν ὀρθρίζουσιν, ἀνίστασθαι βραδύνουσι, καθῆσθαι ἐσθίουσιν ἄρτον διανοημάτων · ὁ δὲ Θεοδοτίων· ἄρτον εἰδώλων , ὥσπερ οὖν καὶ ἡ πέμπτη ἔκδοσις. καί μοι δοκοῦσι λευκότερον ἡρμηνευκέναι οἱ φήσαντες ἄρτον εἰδώλων, ἐπειδὴ τὸ Ἑβραϊκὸν τὸ ἀσεβεῖν περιέχει, ὅπερ καὶ ἐν ἑτέροις τόποις ἡρμήνευται εἰδώλων . Ὧν οὕτως ἐχόντων δοκεῖ μοι ὁ Σολομῶν τῷ θείῳ πνεύματι προεωρακέναι, ὅτι οἱ τὸν ὑπ’ αὐτοῦ τότε οἰκοδομούμενον τόπον μέλλοντες οἰκεῖν εἰδώλοις προσέξουσι καὶ ἔνδον ἐν αὐτῷ τῷ ἱερῷ δαίμοσι λατρεύσωσιν, ὅπερ καὶ γέγονε, διὸ καὶ ταῦτα προειρηκέναι πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτεινόμενον καὶ φάσκοντα, ὅτι οὐδὲν ἡμᾶς ὠφελήσει ὁ τόπος οὗτος ἀνισταμένους ἐξ ὄρθρου καὶ μετὰ τὸ ἀποστῆναι καὶ ἀναχωρῆσαι πάλιν ἀπαντῶντας καὶ ἐκ διαλειμμάτων σπεύδοντας ἐπ’ αὐτόν. καὶ τὸ αἴτιον τοῦ μηδὲν ἡμᾶς ὠφελήσειν τὸν τόπον οὐδ’ ἄλλο τί ἐστιν ἢ τὸ ἐσθίειν ἡμᾶς ἄρτον εἰδώλων . τί γὰρ ὄφελος ἔσται ἀπὸ τοῦ τὸν τόπον τιμᾶν τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν ἑαυτοὺς τοῦ θεοῦ;

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
