Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλʹ Περὶ ταπεινοφροσύνης
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-26
Not analysed yet
Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου. Σαφέστερον ὁ Σύμμαχος τὸ προκείμενον ἡρμήνευσεν εἰπών· εἰ μὴ ἐξίσωσα καὶ ὡμοίωσα τὴν ψυχήν μου ἀπογαλακτισθέντι πρὸς μητέρα ἑαυτοῦ, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Νοήσεις δὲ καὶ τοῦτο παραθεὶς τὴν αὐτοῦ φωνήν, δι’ ἧς ἔφησε· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι · ὁ γὰρ τὰ κρύφια εἰδὼς τῆς σοφίας, οὗτος ἐμετριοπάθει ὡς ἑαυτὸν ἰσάζειν τοῖς ἔτι γάλακτος λογικοῦ καὶ οὐ στερεᾶς τροφῆς δεομένοις.