# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-28

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλβʹ Λαοῦ τελείου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-28

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Τὴν ἐκκλησιαστικὴν σύνοδον, ἐπειδὰν κατὰ τὸν πρέποντα λόγον ἐπιτελῆται ἐν εἰρήνῃ καὶ συμφωνίᾳ, μύρῳ τῷ ἀρχιερατικῷ παρεικάζει, ἐπειδὴ κἀκεῖνο ἐκ διαφόρων εἰδῶν κέκρατο, ἃ δὴ κατὰ σαυτὸν ἀπὸ τῆς Μωυσέως ἀναλέξῃ γραφῆς τήν τε κρᾶσιν αὐτῶν καὶ τὴν μίξιν ἐπιζητήσας δυναμένην συμβαλέσθαι τῇ παρούσῃ θεωρίᾳ. πλὴν ὥσπερ ἀπ’ ἐκείνου τοῦ ἀρχιερατικοῦ χρίσματος ἕκαστον τῶν εἰδῶν καθ’ αὑτὸ οὐκ εἶχε τὴν τοῦ μύρου δύναμιν, αὕτη δὲ τοῖς πᾶσιν ὁμοῦ προσεγίνετο ἀπὸ τῆς κράσεως, οὕτω φησὶ καὶ τῶν ἀδελφῶν σύνοδον τὴν εἰς πνεῦμα καὶ ψυχὴν μίαν ἀνακεκραμένην ὁμοίαν εἶναι τῷ χρίσματι τῷ ἀρχιερατικῷ. ὅπερ κατὰ κεφαλῆς τοῦ ἀρχιερέως χυθὲν πρῶτον αὐτὴν τὴν κεφαλήν, εἶτα δὲ καὶ τὸν πώγωνα τὸν κοσμοῦντα τὸ πρόσωπον τοῦ ἀρχιερέως ἐπλήρου, μετέπειτα δὲ κατῄει καὶ μέχρι τῶν ἄκρων τῶν ἐνδυμάτων αὐτοῦ· τὸν αὐτὸν γὰρ τρόπον προσήκει νοεῖν καὶ ἐπὶ τοῦ θείου πνεύματος, περὶ οὗ εἴρηται· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με . καὶ πάλιν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου · πρώτην γὰρ τὴν τοῦ παντὸς σώματος κεφαλήν, ἥτις ἦν αὐτὸς ὁ Χριστός , ἐπλήρου. μεθ’ ὃν κατέβαινεν ἐπὶ τὸν χορὸν τὸν ἀποστολικὸν κόσμον ὄντα τοῦ προσώπου τοῦ Χριστοῦ, ἀλλ’ οὐ μέχρις ἐκείνων ἔστη, παρῆλθε δὲ καὶ κατῆλθεν ἐπὶ τὸ λοιπὸν σῶμα, τουτέστι τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων . καὶ οὐδὲ μέχρι ταύτης ἔστη, ἀλλὰ καὶ τοῖς ἐνδύμασι τοῖς ἔξωθεν πλήθεσι τοῖς περιβάλλουσι τὸ ἅγιον σῶμα μετέδωκε τῆς εὐῳδίας· διό φησιν ὁ Παῦλος· Χριστοῦ εὐῳδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις . ἐντεῦθεν καὶ τὸ χρίσμα τῶν τῆς καινῆς διαθήκης μυστηρίων ἐπὶ τῶν ἀναγεννωμένων Χριστῷ παραλαμβάνεται θεσπίσαντος καὶ περὶ τούτου Ἡσαΐου τοῦ προφήτου, ἐν οἷς φησι· καὶ ποιήσει ὁ κύριος πότον πᾶσι τοῖς ἔθνεσι. πίωνται οἶνον, χρίσονται μύρῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
