Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-37
Not analysed yet
Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Εἴ τις τὸν καιρὸν ἀπίδοι τὸν ἐν τῷ σπηλαίῳ καθ’ ὃν ἐλέγετο ταῦτα, εἴσεται τὴν συνοχὴν καὶ τὴν λεγομένην ὑπ’ αὐτοῦ θλῖψιν, ὁποῖά τις ἦν τότε, ὅπως τε ἐκλείπειν ἔφασκεν αὐτοῦ τὸ πνεῦμα. ἀναγκαίως δὲ τῷ ἐφ’ ἑκάστῃ διανοίᾳ τὸ ἐνώπιον αὐτοῦ προστίθησιν· μηδενὸς γὰρ ὁρῶντος τῶν παρόντων, μόνου δὲ τοῦ θεοῦ ἐνώπιον καὶ τὴν δέησιν ἐξέχεε καὶ τὴν θλῖψιν ἀπήγγελλε ταῦτα πάντα κατὰ διάνοιαν καὶ κατὰ λογισμὸν ἐνεργῶν. τὸ δὲ ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου ὅλης ψυχῆς καὶ τῶν λογισμῶν ἁπάντων ἐξάπλωσιν δηλοῖ. τοῦτο δὲ μόνοις πράττειν ἁρμόττει τοῖς καθαρὸν τὸ συνειδὸς ἀπὸ πάσης κακίας κεκτημένοις.