# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-38

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-38

Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὁ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνῶν καὶ ὁ ἐν ἀληθείᾳ δουλεύων τῷ θεῷ ταῦτα δικαίως ἂν εἴποι. ἐπακούσας δὲ ὁ θεὸς ἐν ἀληθείᾳ καταξιοῖ τῶν ἀληθῶς ἀγαθῶν τὸν ἐπακουόμενον, καὶ ὁ ἀγαθὰ συνειδὼς ἑαυτῷ ἐπικαλεῖται τὴν δικαιοσύνην τοῦ θεοῦ θαρσῶν, ὅτι κατ’ ἀξίαν ὧν ἔπραξεν ἀγαθῶν ἀπολήψεται. ὁ δὲ μὴ τοιοῦτος εὐχέσθω εἰσακουσθῆναι ἐλέει θεοῦ ἢ ἀγαθότητι ἢ φιλανθρωπίᾳ. Δέεται δὲ ὁ παρὼν μὴ εἰσελθεῖν μετὰ τοῦ θεοῦ εἰς κρίσιν καίπερ ἀγαθὰ ἑαυτῷ συνειδώς, πλὴν ὁμολογῶν νικᾶσθαι ὑπὸ τῶν τοῦ θεοῦ εἰς αὐτὸν εὐεργεσιῶν. διὸ αὐτὸν μόνον παραιτεῖται καὶ τὸ μετ’ αὐτοῦ κριθῆναι. καὶ ἐν ἑτέροις δέ φησιν· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε . Εἰ δ’ ἄνευ τοῦ ἐνώπιόν σου εἴρητο, ἀπόγνωσις ἂν ἦν παντελὴς κατορθώσεως. νῦν δὲ ὡς πρὸς σέ, φησίν, καὶ τὰς σὰς εὐεργεσίας οὐδεὶς οὐδὲ παρὰ τῶν σοὶ ζώντων δικαιωθήσεται, ὡς πρὸς ἑτέρους δὲ συγκρινόμενός τις τάχα ποτὲ δικαιοῦται· καὶ ἁμαρτωλὸς γὰρ συγκρίσει χείρονος δικαιωθήσεται.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
