# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-42

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-42

Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Ἔστι δὲ προφητικὸς τοῦ μέλλοντος ὁ λόγος. καὶ ὁ μέν τίς φησιν πεπληρῶσθαι αὐτὸν κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους. ὁ δὲ συνορῶν, ὡς ἐξ ἐκείνης τῆς πρώτης αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης σχεδὸν τὸ πᾶν ἔθνος ἀπέμεινεν ἐν τῇ Βαβυλῶνι καὶ μετὰ ταῦτα καθ’ ὅλης τῆς οἰκουμένης εἰσέτι καὶ δεῦρο διασπαρὲν τυγχάνει, μέλλειν ἔσεσθαι ταῦτά φησιν· μηδέπω γὰρ ἐπισυνῆχθαι τὰς διασπορὰς τοῦ Ἰσραήλ , ἀλλὰ μηδὲ ἑστάναι νῦν τὴν Ἱερουσαλήμ . Εἶθ’ ὁ μέν τις ἰουδαϊκώτερον ταῦτα ἔσεσθαι ἐλπίσει ἐπὶ τῆς προσδοκωμένης τοῖς Ἰουδαίοις τοῦ ἠλειμμένου παρουσίας. Ὁ δὲ ταύτην μὲν ἀνατρέψει τὴν διάνοιαν ἅτε ταπεινὴν καὶ ἀσύστατον καὶ οὐκ ἀξίαν ἐπαγγελίας θεοῦ τυγχάνουσαν. κατὰ διάνοιαν δὲ ἐκλαβὼν τὸν λόγον ἐρεῖ ἤδη ταῦτα ἐπιτελεῖσθαι καὶ καθ’ ἡμᾶς αὐτοὺς ἀρξάμενα ἀπὸ τῆς ἀφίξεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τὴν ἐκκλησίαν αὐτοῦ τὴν ἀληθῶς Ἱερουσαλὴμ καθ’ ὅλης τῆς οἰκουμένης οἰκοδομῶν ἐκ λίθων ζώντων, τουτέστι διὰ θεοφιλῶν ψυχῶν θαι θεωρεῖται. αὐτὸς δὲ καὶ τὰς διασπορὰς τῶν τὸν Ἰσραὴλ ἀναγωγῆς τρόποις χαρακτηριζόντων εἰς τὴν ἐκκλησίαν αὐτοῦ ὁσημέραι ἐπισυνάγει . Ἄλλος δέ τις ἀναπέμψει ταῦτα ἐπὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐν ᾗ τὴν ἐπουράνιον Ἱερουσαλὴμ οἰκοδομήσει δι’ ἐντίμων καὶ πολυτελῶν λίθων κατὰ τὴν Ἡσαΐου προφητείαν λέγουσαν· ἰδοὺ ἐγὼ ἑτοιμάσω τὸν ἄνθρακα τὸν λίθον σου καὶ θήσω τὸν θεμέλιόν σου σάπφειρον καὶ τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς τῶν θεοφιλῶν δηλονότι καὶ ἐναρέτων ψυχῶν τῶν τῆς ἐκεῖ οἰκοδομῆς καταξιωθησομένων τοῦτον ἀνηγορευμένων τὸν τρόπον.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
