# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-43

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμζʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-43

Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Τούτων οὕτως ἐχόντων τί ἄν τις εἴποι περὶ τῆς καταλαβούσης αὐτοὺς ὑστάτης πολιορκίας ἢ ὅτι διὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν γενομένην ὑπ’ αὐτῶν μιαιφονίαν ταῦτα πεπονθέναι ἐκείνους, ἐπὶ αὐτοῖς ἔτεσιν οʹ, ὡς πάλαι ὑπὸ Βαβυλωνίων, νῦν δὴ ἕως τοῦ αἰῶνος, καὶ διὰ τὴν φωνὴν ἐκείνην, ἣν ἀπεφήνατο εἰπών· ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, καί· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐν τῷ τόπῳ, ὃς οὐ μὴ καταλυθῆ, καὶ πάλιν· ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς, ὥστε μηκέτι δύνασθαι ἐφαρμόζειν τῇ ἐπὶ γῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀπὸ Ἰουδαίων, οἷς οὐκ ἐπιβαίνειν ἐξὸν τῷ τόπῳ τὰ ων προκείμενα λεγόμενα. Ἑτέραν ἄρα δεῖ νοεῖν τὴν ᾠκοδομουμένην πόλιν, ἣν αὐτὸς ᾠκοδόμησε δι’ ἑαυτοῦ κατὰ τὸ οἰκοδομῶν Ἱερουσαλὴμ ὁ κύριος , ἣν εἰσέτι καὶ νῦν φυλάττει ἐνισχύων τοὺς μοχλοὺς τῶν πυλῶν αὐτῆς. εἴη δ’ ἂν αὕτη, περὶ ἧς φησιν ὁ σωτήρ· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς . Υἱοὶ δὲ αὐτῆς ἐν αὐτῇ εὐλογημένο ιγένοιντ’ ἂν οἱ τῆς ἐν κυρίῳ ἀναγεννήσεως ἠξιωμένοι, οὓς ἐσήμανε θεωρῶν ὅπως οὐδ’ ἐνὸς ἡμῶν αἴροντος ὅπλα κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ θεοῦ ἐκκλησίας διαμένει ἐν εἰρήνῃ ἡ πόλις διὰ τῆς τοῦ θεοῦ χάριτος, ὡς μηδὲ βουλομένους τοὺς ἐχθροὺς καὶ πε δια φθονουμένους δύνασθαι κατ’ αὐτῆς ἐνεργεῖν· τίς γὰρ οὐκ ἂν ἀληθῶς καὶ ἐναργὲς ὁμολογήσειε τὸ φάσκον λόγιον ὁ τιθεὶς εἰρήνην μᾶλλον ἐπὶ τῆς νενοημένης ἡμῖν Ἱερουσαλήμ , δηλαδὴ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, ἢ ἐπὶ τῆς πάλαι σωματικῶς πληρούμενον;

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
