# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-5

Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Δυναστεῖαί εἰσι τοῦ Χριστοῦ, ὅσα ἐν ἀνθρώποις ὑπὲρ τὴν θνητὴν δύναμιν ὡς θεὸς ἐνεδείξατο, ἅπερ ὁ θεῖος ἀπόστολος ἐνεργήματα δυνάμεων ὀνομάζει λέγων· ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δ’ ἐνεργήματα δυνάμεων. καὶ ἐν ἑτέρῳ τόπῳ φησίν· μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες δυνάμεις, μὴ πάντες χαρίσματα ἔλαβον ἰαμάτων . Καὶ ὅρα τίνα τρόπον διαιρεῖ τὰς δυνάμεις ἀπὸ τῆς τῶν ἰαμάτων θεραπείας. ἐνεργήματα μὲν δυνάμεων ἐπετέλει, ὅτε περιεπάτει ἐπὶ τῆς θαλάσσης , ὅτε ἐπετίμα τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι , ὅτε μετὰ τὴν μεταμόρφωσιν τοῖς ἀποστόλοις ἐδείκνυεν ἑαυτὸν ἐν τῷ ὄρει, ἐνεργήματα δὲ ἰαμάτων , ὅτε τὸν λεπρὸν ἐκάθηρε καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ ἰᾶτο. ταὐτὸν δ’ ἂν εἴποις καὶ ἐπὶ τῆς Παλαιᾶς Διαθήκης· ἐνεργήματα μὲν γὰρ ἦσαν δυνάμεων αἱ κατὰ τῶν Αἰγυπτίων πληγαὶ καὶ τῆς Ἐρυθρᾶς Θαλάσσης ἡ διαίρεσις καὶ ἡ τοῦ Ἰορδάνου ὑποχώρησις καὶ ἡ τοῦ ἡλίου ἐπὶ τοῦ Ἰησοῦ στάσις καὶ πάντα τὰ τοιαῦτα, ἰάσεις δέ, ὅτε Μαρίαν λεπρῶσαν ἰάσατο δι’ εὐχῆς ὁ Μωυσῆς, ἢ ὅσα Ἠλίας καὶ Ἐλισσαῖος διεπράξαντο . ταύτας δὲ πάσας τὰς δυνάμεις καὶ τὰς δυναστείας τοῦ κυρίου οἱ ἀπόστολοι εἰς πᾶσαν τὴν γῆν ἀκουστὰς ἐποίησαν καὶ οὐ μόνον, ἀλλὰ καὶ τὰς αἰνέσεις αὐτοῦ. ἑκάστη δὲ πρᾶξις τοῦ κυρίου αἰνέσεως γέμει. ἢ τάχα αἱ μὲν δυναστεῖαι τὰ θαυμάσια τοῦ κυρίου περιέχουσι, τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐτοῦ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
