# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-6

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2-6

Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν ἡ διὰ τοῦ σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα προφητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν, ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· καὶ ὠργίσθη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ . ἀκολούθως τοίνυν διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ τὴν τῶν ἐθνῶν ἐπισυναγωγὴν ποιεῖται καὶ λυτροῦται μὲν πρότερον ἐκ χειρὸς ἐχθροῦ τοὺς πάλαι ὑπὸ τὸν ἐχθρὸν καὶ πολέμιον τῶν ἀνθρώπων, τουτέστι τὸν διάβολον, καταδεδουλωμένους, ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκουμένην διὰ τῶν τεσσαρῶν ἐδήλωσε κλιμάτων· ἐκ τούτων γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ θεοῦ νέα συνέστη. εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰουδαίων ἐκ τῶν ἐθνῶν ἐπισυναγωγὴν διὰ τοῦ παρόντος δηλοῦσθαι ψαλμοῦ ὡς μελλόντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν καὶ τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι, συνάγεσθαι δ’ ἐπὶ τὴν ἰουδαίαν γῆν· τοιαῦτα γὰρ εἰσέτι νῦν παῖδες Ἰουδαίων φαντάζονται. ἀλλ’ ἐπεὶ μὴ ταῦτα περὶ αὐτοὺς ἔργοις ὁρᾶται γεγενημένα ἤδη που χιλίοις ἐγγὺς ἔτεσι τοῖς ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας αὐτῶν μηδενὸς τοιούτου περὶ αὐτοὺς πραχθέντος, ὥρα τῇ τῶν πραγμάτων ἐκβάσει τοὺς λόγους ἐφαρμόττειν καὶ ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀνάγειν τὴν προφητείαν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
