Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριʹ Εὐχαριστία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-9
Not analysed yet
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ. μεγάλα τὰ ἔργα κυρίου. Σφόδρα ἀκολούθως μετὰ τὴν ἀποδοθεῖσαν τοῦ σωτῆρος ἡμῶν προφητείαν εὐχαριστήριος ὕμνος διὰ τῶν προκειμένων συνάπτεται ἐκ προσώπου λελεγμένος αὐτοῦ τοῦ σωτῆρος εὐχαριστοῦντος τῷ ἑαυτοῦ πατρὶ ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ· ἡ γὰρ ἐξομολόγησις ἔστι μὲν ὅτε κατὰ τὴν συνήθειαν τῆς γραφῆς ἁμαρτιῶν ὁμολογίαν σημαίνει, ἔστι δ’ ὅτε εὐχαριστίαν παρίστησιν. αὐτίκα δ’ οὖν ἐν εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ ἡμῶν, ἐπὰν λέγῃ· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ,ἄντικρυς εὐχαριστίαν σημαίνει. καὶ τό γε αἴτιον τῆς εὐχαριστίας ἑξῆς παρίστησι λέγων, ὅτι δὴ ἔσται καιρός, ἐν ᾧ ἐν βουλῇ καὶ συναγωγῇ οὐκέτι σκολιῶν ἀνδρῶν οὐδὲ διαστρόφων, ἀλλ’ ἀγαθῶν καὶ εὐθείων ψυχῶν τὸν εὐχαριστήριον ὕμνον ἀποδώσω σοι τῷ ἐμαυτοῦ πατρί. σημαίνει δὲ διὰ τούτων τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν διὰ τῆς αὐτοῦ χάριτος ἐκκλησίαν. βουλὴν δὲ εὐθείων ὠνόμασε τὸ τάγμα τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἁγίων. συναγωγὴν δὲ δεύτερον τάγμα μετὰ τὴν βουλὴν τῶν εὐθείων σημαίνει τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τὸ δεύτερον τοῦ πλήθους ἄθροισμα.