# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2.1

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.2.1

Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην. καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσωπον τοῦ Χριστοῦ τὰ πάθη περιέχων αὐτοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ γραφὴ τῶν Πράξεων τῶν Ἀποστόλων, ἔνθα ὁ Πέτρος τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας καὶ παραινέσας ἕτερον δεῖν παραληφθῆναι εἰς τὸν τῶν δώδεκα ἀποστόλων ἀριθμὸν μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προκειμένῳ ψαλμῷ φασκούσῃ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος ,ὥστε κατὰ τὴν τοῦ Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐτὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν σωτὴρ διὰ τῶν προκειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄνθρωπος, μείνας θεὸς ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυτοῦ πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς. ὃ δὴ καὶ ἐν ἑτέροις διδάσκει λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε .οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγάσαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπουδὴν ἐποιοῦντο. ἀλλὰ σύ, φησίν, ὦ πάτερ, μὴ συγχωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου τὴν εἰς τὴν σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην. Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ γραμματέων ἐτύγχανε τῶν μεθ’ ὑποκρίσεως αὐτὸν διδάσκαλον καὶ ῥαββὶν ἀποκαλούντων, ἐξαιρέτως δὲ τὸτοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ σωτῆρα καὶ κύριον φιλήματι προεδίδου. αὐτοὶ οὗτοι μηδὲν ἀδικηθέντες ὑπ’ αὐτοῦ δωρεὰν αὐτὸν ἐπολέμουν καὶ δέον ἀγαπᾶν ὡς εὐεργέτην καὶ μὴ μόνον τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχῶν ἰατρόν. οἱ δὲ διαβολὰς ἔραπτον κατ’ αὐτοῦ, ὧν τοῦτον, φησίν, ὑπ’ αὐτῶν πραττομένων τὸν τρόπον οὐ τὴν ὁμοίαν αὐτοῖς ἐγὼ μετηρχόμην, τῇ δὲ πρὸς σέ, τὸν θεόν, εὐχῇ ἐσχόλαζον μονονουχὶ καὶ τοὺς ἐμοὶ μαθητευομένους ἔργῳ διδάσκων, ὁποίους καὶ αὐτοὺς εἶναι προσήκει, εἴ ποτε τοῖς ὁμοίοις περιπίπτοιεν. ἐπειδὴ δὲ μέσως εἴρηται τὸ ἐγὼ δὲ προσηυχόμην, τίνα δὲ ἦν, ἃ προσηύχετο, οὐκ ἐκφέρεται, εἴποι ἄν τις εἰκότως, ὅτι ταῦτα προσηύχετο καὶ ὑπὲρ ἐκείνων, ἃ δὴ σύμφωνα ἦν ταῖς αὐτοῦ διδασκαλίαις, δι’ ὧν ἔφασκε· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους . καὶ ἀλλαχοῦ δὲ ἡμᾶς διδάσκει ἐν τοῖς καιροῖς τῶν πειρασμῶν μὴ προσέχειν τοῖς ἔξωθεν ἀεὶ θορυβοῦσιν ἡμᾶς, ἄνω δὲ πρὸς τὸν θεὸν ἔχειν τὴν διάνοιαν. ὅπως δὲ ἀντὶ ἀγαθῶν κακὰ καὶ μῖσος ἀντὶ τῆς ἑαυτοῦ ἀγαπήσεως ἐπεδείκνυτο, οὐδὲν δεῖ λέγειν τῆς ἐν τοῖς Εὐαγγελίοις ἱστορίας περιεχούσης τὸ πλῆθος τῶν εὐεργεσιῶν, ὧν ἐνανθρωπήσας αὐτοῖς παρεῖχε θεραπεύων αὐτῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
