# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.21

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.21

Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. διέρρηξε πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς Ἀβραάμ, τὸν δοῦλον αὐτοῦ. καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. Διελθὼν τὰς κατὰ τῶν Αἰγυπτίων μάστιγας ἀκολούθως διαβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τόν αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσοιμεν, εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ θεοῦ, ἣ παρέχει τὰς ἐξ αὐτοῦ εὐεργεσίας, ὁμοῦ δὲ καὶ ὧν ἠξιώθησαν παραδόξων θεοῦ οἱ ἐκ περιτομῆς μνημονεύων εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκείνων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς, ἥτις μετῆλθεν αὐτοὺς ἐπαξίως, ὅτι μυρίων ἀπὸ τοῦ θεοῦ τυχόντες ἀγαθῶν οὐκ ἐφύλαξαν τὴν πρὸς αὐτὸν εὐσέβειαν. ἐν ταὐτῷ δὲ διδάσκει καὶ τὴν τοῦ θεοῦ πρὸς τοὺς πατέρας αὐτῶν ἀψευδῆ καὶ ἀδιάπτωτον ἐπαγγελίαν· ἐπειδὴ γὰρ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐπηγγείλατο αὐξήσειν τὸ γένος αὐτῶν καὶ πληθύνειν καὶ δόξαζειν, εἰκότως πάντα ταῦτα ἐπλήρου εἰς τοὺς ἐξ αὐτῶν γενομένους. παρίστησι δι’ αὐτοῦ, ὅτι ἐμνήσθη τοῦ λόγου αὐτοῦ τοῦ πρὸς Ἀβραάμ, τὸν δοῦλον αὐτοῦ. καὶ ὁ Μωυσῆς δὲ ἐν τῷ Δευτερονομίῳ πρὸς αὐτούς φησιν· μὴ εἴπῃς διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον, ὃν ὤμοσε κύριος τοῖς πατράσιν ὑμῶν · διὰ τοῦτο γὰρ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν. καὶ ταῦτα ἐπηγγείλατο, ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ· τοιοῦτος γάρ ἐστιν ὁ θεὸς ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτόν . τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ τοσαῦτα παρέσχε καὶ ἐδωρήσατο προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν. ἀλλ’ ὅτε τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ’ αὐτῶν ἡ χάρις. καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ θεοῦ ἐκπεπτώκασι δοῦλοί τε τῶν ἐχθρῶν καὶ πολεμίων γεγόνασιν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
