# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-11

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3-11

Ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Δοκεῖ μοι πάλιν ἐντεῦθεν ὁ λόγος τὴν προφητείαν ποιεῖσθαι τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως· πάλαι μὲν γάρ, φησίν, κατὰ τὴν ἐξ Αἰγύπτου πορείαν ἡ Ἰουδαῖα μόνη γέγονεν ἁγίασμα τοῦ θεοῦ καὶ μόνος Ἰσραὴλ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ , καὶ πάλαι μὲν μερική τις γέγονεν αἴσθησις θαλάσσης καὶ ποταμοῦ καὶ βουνῶν καὶ ὀρῶν . νυνὶ δὲ τὸ πᾶν στοιχεῖον τῆς γῆς κινείσθω καὶ σαλευέσθω, μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν ὠδινησάτω , ὅπως πληρωθῇ τὸ εἰρημένον ὑπὸ Ἡσαΐου τοῦ προφήτου· τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως, εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ; τῆς γὰρ κλήσεως τῶν ἐθνῶν καὶ τῆς τοῦ θεοῦ χάριτος μελλούσης χεῖσθαι καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, ἀνάγκη πᾶσα ἦν τὰ ἐξ αἰῶνος ἱδρυμένα τῶν ἐθνῶν σεβάσματα σάλον καὶ κλόνον παθεῖν καὶ τοὺς ἐν αὐτοῖς δαίμονας φυγεῖν, ἵνα τῷ θεῷ γενηθῇ καθ’ ὅλης τῆς οἰκουμένης ὁ ἐξ ἐθνῶν λαός. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· ὠδίνησον γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ ,ἢ κατὰ τὸν Θεοδοτίονα· σαλεύθητι γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ · ὁ γὰρ αὐτὸς θεὸς ὁ διὰ Μωυσέως ἐπὶ τῆς ἐρήμου ποτε μεταβαλὼν τὴν στερέμνιον πέτραν καὶ τὴν ἀκρότομον εἰς λίμνας καὶ πηγὰς ὑδάτων, ὁ αὐτὸς οὗτος καὶ διὰ τῆς νεωστὶ ἐκχυθείσης χάριτος εἰς πάντα τὰ ἔθνη τὰς τῶν ἀνθρώπων ψυχὰς τὰς πάλαι στείρας καὶ ἀγόνους καὶ ἀκάρπους μεταβάλλει εἰς λογικῶν ναμάτων πηγάς, καθ’ ἣν πεποίηται πρὸς τοὺς αὐτοῦ μαθητὰς ἐπαγγελίαν εἰπὼν περὶ τῶν εἰς αὐτὸν πιστευσάντων, ὅτι ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατοςἁλλομένου εἰς ζωὴν αἰώνιον.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
