Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-12
Not analysed yet
Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Φοβουμένους τὸν κύριον τοὺς ἐξ ἐθνῶν καλεῖ κεκλημένους. εἰ δὲ βούλει, Ἰσραὴλ μὲν νόει τοὺς ἐξ ἐθνῶν ἀναγεννωμένους καὶ υἱοὺς Χριστοῦ τοὺς ἐκ σπέρματος Ἰσραὴλ χρηματίζοντας, μάλιστα εἰ καὶ τὴν δύναμιν τοῦ ὀνόματος σῴζοιεν, οἳ καὶ προκόψαντες λεχθεῖεν ἂν οἶκος Ἀαρών . οἱ δὲ πρὸ τῆς ἀναγεννήσεως ἐν προθύροις ὥσπερ ἑστῶτες τῆς κλήσεως καὶ ἐν κατηχουμένοις ὄντες, εὐλόγως ἂν λεχθεῖεν οἱ φοβούμενοι τὸν κύριον ἔτι πνεύματι δουλείας παιδαγωγούμενοι καὶ ὑπὸ φόβου ὄντες ἅτε μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀπειληφότες διὰ τὸ μὴ ἀναγεγεννῆσθαι ἐν Χριστῷ.